Ancient Greek · ~9 min
Book 4, ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ.
Plotinus, Enneades 4.3-4
Not analysed yet
εἰ δέ τις μὴ οὕτως, ἀλλ̓ ἀτόμους ἢ ἀμερῆ συνελθόντα ψυχὴν ποιεῖν λέγοι τῇ ἑνώσει καὶ ὁμοπαθείᾳ ἐλέγχοιτ̓ ἂν ʽκαὶ τῇ παραθέσεἰ, μηδενὸς διόλου γινομένου ἑνὸς οὐδὲ συμπαθοῦς ἐξ ἀπαθῶν καὶ μὴ ἑνοῦσθαι δυναμένων σωμάτων. ψυχὴ δὲ αὑτῇ συμπαθής. ἐκ δὲ ἀμερῶν σῶμα οὐδὲ μέγεθος ἂν γένοιτο. καὶ μὴν εἰ ἁπλοῦ ὄντος τοῦ σώματος τὸ μὲν ὅσον ὑλικὸν παῤ αὑτοῦ ζωὴν ἔχειν οὐ φήσουσιν —ὕλη γὰρ ἄποιον —τὸ δὲ κατὰ τὸ εἶδος τεταγμένον ἐπιφέρειν τὴν ζωήν, εἰ μὲν οὐσίαν φήσουσι τὸ εἶδος τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ τούτων ἔσται ἡ ψυχή: ὃ οὐκέτ̓ ἂν σῶμα: οὐ γὰρ ἐξ ὕλης καὶ τοῦτο, ἢ πάλιν τὸν αὐτὸν τρόπον ἀναλύσομεν. εἰ δὲ πάθημα τῆς ὕλης, ἀλλ̓ οὐκ οὐσίαν φήσουσιν εἶναι, ἀφ̓ οὗ τὸ πάθημα καὶ ἡ ζωὴ εἰς τὴν ὕλην ἐλήλυθε λεκτέον αὐτοῖς. οὐ γὰρ δὴ ἡ ὕλη αὑτὴν μορφοῖ, οὐδὲ αὑτῇ ψυχὴν ἐντίθησι. δεῖ ἄρα τι εἶναι τὸ χορηγὸν τῆς ζωῆς, εἰ οὔτε τῇ ὕλῃ ἡ χορηγία, οὔθ̓ ὁτῳοῦν τῶν σωμάτων, ἔξω ὂν καὶ ἐπέκεινα σωματικῆς φύσεως ἁπάσης. ἐπεὶ οὐδ̓ ἂν εἴη σῶμα οὐδὲν ψυχικῆς δυνάμεως οὐκ οὔσης. ῥεῖ γάρ, καὶ ἐν φορᾷ αὐτοῦ ἡ φύσις, καὶ ἀπόλοιτο ἂν ὡς τάχιστα, εἰ πάντα σώματα εἴη, κἂν εἰ ὄνομα ἑνὶ αὐτῶν ψυχήν τις θεῖτο. ταὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις σώμασιν ὕλης μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ̓ ἂν γένοιτο, ἀλλὰ στήσεται ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος αὐτήν. τάχα δ̓ ἂν οὐδ̓ ἂν ἡ ὕλη τὸ παράπαν εἴη, λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύσειε σώματος συνέρξει διδοὺς αὐτῷ ψυχῆς τάξιν μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκεδαστοτάτῳ καὶ τὸ ἓν εἶναι ἔχοντι οὐ παῤ αὑτοῦ. πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ᾡτινιοῦν τις ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ φερόμενον εἰκῆ ποιήσει; τίς γὰρ τάξις ἐν πνεύματι δεομένῳ παρὰ ψυχῆς τάξεως, ἢ λόγος, ἢ νοῦς; ἀλλὰ ψυχῆς μὲν οὔσης ὑπουργὰ ταῦτα πάντα αὐτῇ εἰς σύστασιν κόσμου καὶ ζῴου ἑκάστου, ἄλλης παῤ ἄλλου δυνάμεως εἰς τὸ ὅλον συντελούσης: ταύτης δὲ μὴ παρούσης ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει.