Ancient Greek · ~7 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.42
Not analysed yet
ὥστε οὔτε μνήμης διὰ τοῦτο δεήσει τοῖς ἄστροις, οὗπερ χάριν καὶ ταῦτα πεπραγμάτευται, οὔτε αἰσθήσεων ἀναπεμπομένων: οὐδὲ ἐπινεύσεις τοῦτον τὸν τρόπον εὐχαῖς, ὡς οἴονταί τινες, προαιρετικάς τινας, ἀλλὰ καὶ μετ̓ εὐχῆς γίνεσθαί τι δοτέον καὶ εὐχῆς ἄνευ παῤ αὐτῶν, ᾗ μέρη καὶ ἑνός: καὶ ὅτι δυνάμεις καὶ χωρὶς προαιρέσεως πολλαὶ καὶ αὗται καὶ ἄνευ μηχανῆς καὶ μετὰ τέχνης, ὡς ἐν ζῴῳ ἑνί, καὶ ἀπολαύει ἄλλο ἄλλου καὶ βλάπτεται τῷ οὕτω πεφυκέναι, καὶ τέχναις καὶ ἰατρῶν καὶ ἐπαοιδῶν ἄλλο ἄλλῳ ἠναγκάσθη παρασχεῖν τι τῆς δυνάμεως τῆς αὑτοῦ. καὶ τὸ πᾶν δὲ ὡσαύτως εἰς τὰ μέρη δίδωσι καὶ παῤ αὑτοῦ καὶ ἑλκύσαντος ἄλλου εἰς μέρος τι αὐτοῦ κείμενον τοῖς αὑτοῦ μέρεσι τῷ αὐτῷ φυσικῷ, ὡς μηδενὸς ἀλλοτρίου τοῦ αἰτοῦντος ὄντος. εἰ δὲ κακὸς ὁ αἰτῶν, θαυμαζειν οὐ δεῖ: καὶ γὰρ ἐκ ποταμῶν ἀρύονται οἱ κακοὶ καὶ τὸ διδὸν αὐτὸ οὐκ οἶδεν ὃ δίδωσιν, ἀλλὰ δίδωσι μόνον: ἀλλ̓ ὅμως συντέτακται καὶ δέδοται τῇ φύσει τοῦ παντός. ὥστε εἴ τις ἔλαβεν ἐκ τῶν πᾶσι κειμένων, οὐ δέον ἕπεσθαι αὐτῷ ἀναγκαίῳ νόμῳ τὴν δίκην. οὔκουν δοτέον τὸ πᾶν πάσχειν: ἢ τὸ μὲν ἡγεμονοῦν αὐτοῦ ἀπαθὲς δοτέον πάντη εἶναι, γιγνομένων δὲ παθῶν ἐν μέρεσιν αὐτοῦ ἐκείνοις μὲν ἥκειν τὸ πάθος, παρὰ φύσιν δὲ μηδενὸς αὐτῷ ὄντος ἀπαθὲς τὸ γενόμενον ὡς πρὸς αὐτὸ εἶναι: ἐπεὶ καὶ τοῖς ἄστροις, καθ̓ ὅσον μὲν μέρη, τὰ πάθη, ἀπαθῆ μέντοι αὐτὰ τῷ τε τὰς προαιρέσεις καὶ αὐτοῖς ἀπαθεῖς εἶναι καὶ τὰ σώματα αὐτῶν καὶ τὰς φύσεις ἀβλαβεῖς ὑπάρχειν καὶ τῷ, καὶ εἰ διὰ τῆς ψυχῆς τι διδόασι, μὴ ἐλαττοῦσθαι αὐτοῖς τὴν ψυχὴν καὶ τὰ σώματα αὐτοῖς τὰ αὐτὰ μένειν καί, εἴ τι ὑπεκρεῖ, ἀναισθήτως ἀπιόντος καὶ τοῦ προσιόντος, εἰ πρόσεισι, λανθάνοντος.