Ancient Greek · ~6 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.43
Not analysed yet
ὁ δὲ σπουδαῖος πῶς ὑπὸ γοητείας καὶ φαρμάκων; ἢ τῇ μὲν ψυχῇ ἀπαθὴς εἰς γοήτευσιν, καὶ οὐκ ἂν τὸ λογικὸν αὐτοῦ πάθοι, οὐδ̓ ἂν μεταδοξάσειε: τὸ δὲ ὅσον τοῦ παντὸς ἐν αὐτῷ ἄλογον κατὰ τοῦτο πάθοι ἄν, μᾶλλον δὲ τοῦτο πάθοι ἄν: ἀλλ̓ οὐκ ἔρωτας ἐκ φαρμάκων, εἴπερ τὸ ἐρᾶν ἐπινευούσης καὶ τῆς ψυχῆς τῆς ἄλλης τῷ τῆς ἄλλης παθήματι. ὥσπερ δὲ ἐπῳδαῖς τὸ ἄλογον πάσχει, οὕτω καὶ αὐτὸς ἀντεπᾴδων τὰς ἐκεῖ δυνάμεις ἀναλύσει: θάνατον δὲ ἐκ τοιούτων ἢ νόσους ἢ ὅσα σωματικὰ πάθοι ἄν. τὸ γὰρ μέρος τοῦ παντὸς ὑπὸ μέρους ἄλλου ἢ τοῦ παντὸς πάθοι ἄν, αὐτὸς δὲ ἀβλαβής. τὸ δὲ μὴ εὐθύς, ἀλλ̓ ὕστερον, οὐκ ἀποστατεῖ φύσεως. δαίμονες δὲ οὐκ ἀπαθεῖς οὐδ̓ αὐτοὶ τῷ ἀλόγῳ: μνήμας δὲ καὶ αἰσθήσεις τούτοις οὐκ ἄτοπον διδόναι καὶ θέλγεσθαι φυσικῶς ἀγομένους καὶ κατακούειν καλούντων τοὺς αὐτῶν ἐγγυτέρω τῶν τῇδε καὶ ὅσῳ πρὸς τὰ τῇδε. πᾶν γὰρ τὸ πρὸς ἄλλο γοητεύεται ὑπ’ ἄλλου: πρὸς ὃ γάρ ἐστιν, ἐκεῖνο γοητεύει καὶ ἄγει αὐτό: μόνον δὲ τὸ πρὸς αὑτὸ ἀγοήτευτον. διὸ καὶ πᾶσα πρᾶξις γεγοήτευται καὶ πᾶς ὁ τοῦ πρακτικοῦ βίος: κινεῖται γὰρ πρὸς ταῦτα, ἃ θέλγει αὐτόν. ὅθεν καὶ τὸ εὐπρόσωπος γὰρ ὁ τοῦ μεγαλήτορος Ἐρεχθέως δῆμος. τί γὰρ μαθών τις πρὸς ἄλλο ἔχει; ἢ ἑλκόμενος οὐ μάγων τέχναις, ἀλλὰ τῆς φύσεως τὴν ἀπάτην δούσης καὶ συναψάσης ἄλλο πρὸς ἄλλο οὐ τοῖς τόποις, ἀλλ̓ οἷς ἔδωκε φίλτροις.