Ancient Greek · ~12 min
Book 4, ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ.
Plotinus, Enneades 4.5.1
Not analysed yet
τὰς δὲ δὴ κινήσεις πῶς διαφόρους, ἀλλ̓ οὐ μίαν, μιᾶς οὔσης παντὸς σώματος κινήσεως; εἰ δὲ τῶν μὲν προαιρέσεις, τῶν δὲ λόγους αἰτιάσονται, ὀρθῶς μὲν τοῦτο: ἀλλ̓ οὐ σώματος ἡ προαίρεσις οὐδὲ οἱ λόγοι, διάφοροί γε ὄντες, ἑνὸς ὄντος καὶ ἁπλοῦ τοῦ σώματος, καὶ οὐ μετὸν αὐτῷ τοιούτου γε λόγου, ἢ ὅσος δέδοται αὐτῷ παρὰ τοῦ ποιήσαντος θερμὸν αὐτὸ ἢ ψυχρὸν εἶναι. τὸ δὲ καὶ ἐν χρόνοις αὔξειν, καὶ μέχρι τοσούτου μέτρου, πόθεν ἂν τῷ σώματι αὐτῷ γένοιτο, ᾧ προσήκει μὲν αὔξεσθαι, αὐτῷ δὲ ἀμοίρῳ τοῦ αὔξειν εἶναι, ἢ ὅσον παραληφθείη ἂν ἐν ὕλης ὄγκῳ ὑπηρετοῦν τῷ δἰ αὐτοῦ τὴν αὔξην ἐργαζομένῳ; καὶ γὰρ εἰ ἡ ψυχὴ σῶμα οὖσα αὔξοι, ἀνάγκη καὶ αὐτὴν αὔξεσθαι, προσθήκῃ δηλονότι ὁμοίου σώματος, εἰ μέλλοι εἰς ἴσον ἰέναι τῷ αὐξομένῳ ὑπ’ αὐτῆς. καὶ ἢ ψυχὴ ἔσται τὸ προστιθέμενον ἢ ἄψυχον σῶμα. καὶ εἰ μὲν ψυχή, πόθεν καὶ πῶς εἰσιούσης καὶ πῶς προστιθεμένης; εἰ δὲ ἄψυχον τὸ προστιθέμενον, πῶς τοῦτο ψυχώσεται καὶ τῷ πρόσθεν ὁμογνωμονήσει καὶ ἓν ἔσται καὶ τῶν αὐτῶν δοξῶν τῇ πρώτῃ μεταλήψεται, ἀλλ̓ οὐχ ὥσπερ ξένη ψυχὴ αὕτη ἐν ἀγνοίᾳ ἔσται ὧν ἡ ἑτέρα οἶδε; καὶ, ὥσπερ ὁ ἄλλος ὄγκος ἡμῶν, τὸ μέν τι ἀπορρεύσεται αὐτοῦ, τὸ δέ τι προσελεύσεται, οὐδὲν δὲ ἔσται τὸ αὐτό; πῶς οὖν ἡμῖν αἱ μνῆμαι; πῶς δὲ ἡ γνώρισις οἰκείων οὐδέποτε τῇ αὐτῇ ψυχῇ χρωμένων; καὶ μὴν εἰ σῶμά ἐστι, φύσις δὲ σώματος μεριζομένου εἰς πλείω ἕκαστον μὴ τὸ αὐτὸ εἶναι τῶν μερῶν τῷ ὅλῳ —εἰ τοσόνδε μέγεθος ψυχή, ὃ ἐὰν ἔλαττον ᾖ, ψυχὴ οὐκ ἔσται, ὥσπερ πᾶν ποσὸν ἀφαιρέσει τὸ εἶναι τὸ πρόσθεν ἠλλάξατο: εἰ δέ τι τῶν μέγεθος ἐχόντων τὸν ὄγκον ἐλαττωθὲν τῇ ποιότητι ταὐτὸν μένοι, ᾗ μὲν σῶμα ἕτερόν ἐστι, καὶ ᾗ ποσόν, τῇ δὲ ποιότητι ἑτέρᾳ τῆς ποσότητος οὔσῃ τὸ ταὐτὸν ἀποσώζειν δύναται: τί τοίνυν φήσουσιν οἱ τὴν ψυχὴν σῶμα εἶναι λέγοντες; πρῶτον μὲν περὶ ἑκάστου μέρους τῆς ψυχῆς τῆς ἐν τῷ αὐτῷ σώματι, πότερον ἕκαστον ψυχὴ οἵα ἐστὶ καὶ ἡ ὅλη; καὶ πάλιν τοῦ μέρους τὸ μέρος; οὐδὲν ἄρα τὸ μέγεθος συνεβάλλετο τῇ οὐσίᾳ αὐτῆς: καίτοι ἔδει γε ποσοῦ τινος οὔσης. ἀλλὰ καὶ ὅλον πολλαχῇ, ὅπερ σώματι παρεῖναι ἀδύνατον, ἐν πλείοσι τὸ αὐτὸ ὅλον εἶναι καὶ τὸ μέρος ὅπερ τὸ ὅλον ὑπάρχειν. εἰ δὲ ἕκαστον τῶν μερῶν οὐ ψυχὴν φήσουσιν, ἐξ ἀψύχων ψυχὴ αὐτοῖς ὑπάρξει. καὶ προσέτι, εἰ ψυχῆς ἑκάστης τὸ μέγεθος ὡρισμένον ἔσται ἐφ̓ ἑκάτερα, ἢ ἐπὶ τὸ ἔλαττόν τόν γε ἢ ἐπὶ τὸ μεῖζον, ψυχὴ οὐκ ἔσται. ὅταν τοίνυν ἐκ συνόδου μιᾶς καὶ ἑνὸς σπέρματος δίδυμα γένηται γεννήματα, ἢ καί, ὥσπερ ἐν τοῖς ἄλλοις ζῴοις, πλεῖστα τοῦ σπέρματος εἰς πολλοὺς τόπους μεριζομένου, οὗ δὴ ἕκαστον ὅλον ἐστί, πῶς οὐ διδάσκει τοῦτο τοὺς βουλομένους μανθάνειν, ὡς, ὅπου τὸ μέρος τὸ αὐτό ἐστι τῷ ὅλῳ, τοῦτο ἐν τῇ αὐτοῦ οὐσίᾳ τὸ ποσὸν εἶναι ὑπερβέβηκεν, ἄποσον δὲ εἶναι αὐτὸ δεῖ ἐξ ἀνάγκης; οὕτω γὰρ ἂν μένοι τὸ αὐτὸ τοῦ ποσοῦ κλεπτομένου, ἅτε μὴ μέλον αὐτῷ ποσότητος καὶ ὄγκου, ὡς ἂν τῆς οὐσίας αὐτοῦ ἕτερόν τι οὔσης. ἄποσον ἄρα ἡ ψυχὴ καὶ οἱ λόγοι.