Ancient Greek · ~11 min
Book 4, ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ.
Plotinus, Enneades 4.6-4
Not analysed yet
ὅτι δέ, εἰ σῶμα εἴη ἡ ψυχή, οὔτε τὸ αἰσθάνεσθαι οὔτε τὸ νοεῖν οὔτε τὸ ἐπίστασθαι οὔτε ἀρετὴ οὔτε τι τῶν καλῶν ἔσται, ἐκ τῶνδε δῆλον. εἴ τι μέλλει αἰσθάνεσθαί τινος, ἓν αὐτὸ δεῖ εἶναι καὶ τῷ αὐτῷ παντὸς ἀντιλαμβάνεσθαι, καὶ εἰ διὰ πολλῶν αἰσθητηρίων πλείω τὰ εἰσιόντα εἴη, ἢ πολλαὶ περὶ ἓν ποιότητες, κἂν δἰ ἑνὸς ποικίλον, οἷον πρόσωπον: οὐ γὰρ ἄλλο μὲν ῥινός, ἄλλο δὲ ὀφθαλμῶν, ἀλλὰ ταὐτὸν ὁμοῦ πάντων. καὶ εἰ τὸ μὲν δἰ ὀμμάτων, τὸ δὲ δἰ ἀκοῆς, ἕν τι δεῖ εἶναι, εἰς ὃ ἄμφω. ἢ πῶς ἂν εἴποι, ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν αἰσθημάτων ἐλθόντων; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι, γραμμὰς δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου τὰς πανταχόθεν αἰσθήσεις πρὸς τοῦτο περαίνειν, καὶ τοιοῦτον τὸ ἀντιλαμβανόμενον εἶναι, ἓν ὄντως. εἰ δὲ διεστὼς τοῦτο γένοιτο, καὶ οἷον γραμμῆς ἐπ’ ἄμφω τὰ πέρατα αἰσθήσεις προσβάλλοιεν, ἢ συνδραμεῖται εἰς ἓν καὶ τὸ αὐτὸ πάλιν, οἷον τὸ μέσον, ἢ ἄλλο, τὸ δὲ ἄλλο, ἑκάτερον ἑκατέρου αἴσθησιν ἕξει: ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἄλλου, σὺ δὲ ἄλλου αἰσθοιο. καὶ εἰ ἓν εἴη τὸ αἴσθημα, οἷον πρόσωπον, ἢ εἰς ἓν συναιρεθήσεται —ὅπερ καὶ φαίνεται: συναιρεῖται γὰρ καὶ ἐν αὐταῖς ταῖς κόραις: ἢ πῶς ἂν τὰ μέγιστα διὰ ταύταιν ὁρῷτο; ὥστε ἔτι μᾶλλον εἰς τὸ ἡγεμονοῦν ἰόντα οἷον ἀμερῆ νοήματα γίνεσθαι —καὶ ἔσται ἀμερὲς τοῦτο: ἢ μεγέθει ὄντι τούτῳ συμμερίζοιτο ἄν, ὥστε ἄλλον ἄλλου μέρους καὶ μηδένα ἡμῶν ὅλου τοῦ αἰσθητοῦ τὴν ἀντίληψιν ἴσχειν. ἀλλὰ γὰρ ἕν ἐστι τὸ πᾶν: πῶς γὰρ ἂν καὶ διαιροῖτο; οὐ γὰρ δὴ τὸ ἴσον τῷ ἴσῳ ἐφαρμόσει, ὅτι οὐκ ἴσον τὸ ἡγεμονοῦν παντὶ αἰσθητῷ. κατὰ πηλίκα οὖν ἡ διαίρεσις; ἢ εἰς τοσαῦτα διαιρεθήσεται, καθ̓ ὅσον ἂν ἀριθμοῦ ἔχῃ εἰς ποικιλίαν τὸ εἰσιὸν αἴσθημα. καὶ ἕκαστον δὴ ἐκείνων τῶν μερῶν τῆς ψυχῆς ἆρα καὶ τοῖς μορίοις αὐτοῦ αἰσθήσεται; ἢ ἀναίσθητα τὰ μέρη τῶν μορίων ἔσται; ἀλλὰ ἀδύνατον. εἰ δὲ ὁτιοῦν παντὸς αἰσθήσεται, εἰς ἄπειρα τοῦ μεγέθους διαιρεῖσθαι πεφυκότος ἀπείρους καὶ αἰσθήσεις καθ̓ ἕκαστον αἰσθητὸν συμβήσεται γίνεσθαι ἑκάστῳ οἷον τοῦ αὐτοῦ ἀπείρους ἐν τῷ ἡγεμονοῦντι ἡμῶν εἰκόνας. καὶ μὴν σώματος ὄντος τοῦ αἰσθανομένου οὐκ ἂν ἄλλον τρόπον γένοιτο τὸ αἰσθάνεσθαι, ἢ οἷον ἐν κηρῷ ἐνσημανθεῖσαι ἀπὸ δακτυλίων σφραγῖδες, εἴτ̓ οὖν εἰς αἷμα, εἴτ̓ οὖν εἰς ἀέρα τῶν αἰσθημάτων ἐνσημαινομένων. καὶ εἰ μὲν ὡς ἐν σώμασιν ὑγροῖς, ὅπερ καὶ εὔλογον, ὥσπερ εἰς ὕδωρ συγχυθήσεται, καὶ οὐκ ἔσται μνήμη: εἰ δὲ μένουσιν οἱ τύποι, ἢ οὐκ ἔστιν ἄλλους ἐνσημαίνεσθαι ἐκείνων κατεχόντων —ὥστε ἄλλαι αἰσθήσεις οὐκ ἔσονται —ἢ γινομένων ἄλλων ἐκεῖνοι οἱ πρότεροι ἀπολοῦνται: ὥστε οὐδὲν ἔσται μνημονεύειν. εἰ δὲ ἔστι τὸ μνημονεύειν καὶ ἄλλων αἰσθάνεσθαι ἐπ’ ἄλλοις οὐκ ἐμποδιζόντων τῶν πρόσθεν, ἀδύνατον τὴν ψυχὴν σῶμα εἶναι.