Ancient Greek · ~4 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.6-2
Not analysed yet
τὰς μὲν οὖν μετιούσας καὶ μεταβαλλούσας ψυχὰς ἔχοι ἄν τις εἰπεῖν ὅτι καὶ μνημονεύουσι, τῶν γὰρ γεγενημένων καὶ παρεληλυθότων ἡ μνήμη: αἷς δὲ ἐν τῷ αὐτῷ ὑπάρχει μένειν, τίνων ἂν αὗται μνημονεύοιεν; ἄστρων δὲ περὶ ψυχῆς τῶν τε ἄλλων ἁπάντων καὶ δὴ καὶ περὶ ἡλίου καὶ σελήνης ἐπιζητεῖ ὁ λόγος τὰς μνήμας, καὶ τελευτῶν εἶσι καὶ ἐπὶ τὴν τοῦ παντὸς ψυχήν, καὶ ἐπιτολμήσει καὶ τοῦ Διὸς αὐτοῦ τὰς μνήμας πολυπραγμονεῖν. ταῦτα δὲ ζητῶν καὶ τὰς διανοίας αὐτῶν καὶ τοὺς λογισμοὺς τίνες εἰσὶ θεωρήσει, εἴπερ εἰσίν. εἰ οὖν μήτε ζητοῦσι μήτε ἀποροῦσιν —οὐδενὸς γὰρ δέονται, οὐδὲ μανθάνουσιν, ἃ πρότερον οὐκ ἦν αὐτοῖς ἐν γνώσει: τίνες ἂν λογισμοὶ ἢ τίνες συλλογισμοὶ αὐτοῖς γίνοιντο ἢ διανοήσεις; ἀλλ̓ οὐδὲ περὶ τῶν ἀνθρωπίνων αὐτοῖς ἐπίνοιαι καὶ μηχαναί, ἐξ ὧν διοικήσουσι τὰ ἡμέτερα ἢ ὅλως τὰ τῆς γῆς: ἄλλος γὰρ τρόπος τῆς εἰς τὸ πᾶν παῤ αὐτῶν εὐθημοσύνης.