Ancient Greek · ~4 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 4.7-2
Not analysed yet
τί οὖν; ὅτι τὸν θεὸν εἶδον οὐ μνημονεύουσιν; ἢ ἀεὶ ὁρῶσιν: ἕως δ̓ ἂν ὁρῶσιν, οὐκ ἔνι δήπου φάναι αὐτὸν ἑωρακέναι: παυσαμένων γὰρ τοῦτο ἂν πάθος εἴη. τί δέ; οὐδ̓ ὅτι περιῆλθον χθὲς τὴν γῆν καὶ τὸ πέρυσιν, οὐδ̓ ὅτι ἔζων χθὲς καὶ πάλαι καὶ ἐξ οὗ ζῶσιν; ἢ ζῶσιν ἀεί: τὸ δὲ ἀεὶ ταὐτὸν ἕν, τὸ δὲ χθὲς τῆς φορᾶς καὶ τὸ πέρυσι τοιοῦτον ἂν εἴη, οἷον ἂν εἴ τις τὴν ὁρμὴν τὴν κατὰ πόδα ἕνα γενομένην μερίζοι εἰς πολλά, καὶ ἄλλην καὶ ἄλλην καὶ πολλὰς ποιοῖ τὴν μίαν. καὶ γὰρ ἐνταῦθα μία φορά, παρὰ δὲ ἡμῖν μετροῦνται πολλαὶ καὶ ἡμέραι ἄλλαι, ὅτι καὶ νύκτες διαλαμβάνουσιν. ἐκεῖ δὲ μιᾶς οὔσης ἡμέρας πῶς πολλαί; ὥστε οὐδὲ τὸ πέρυσιν. ἀλλὰ τὸ διάστημα οὐ ταὐτόν, ἀλλ̓ ἄλλο, καὶ τὸ ζῳδίου τμῆμα ἄλλο. διὰ τί οὖν οὐκ ἐρεῖ ʽπαρῆλθον τόδε, νῦν δὲ ἐν ἄλλῳ εἰμἴ; εἰ δὲ καὶ ἐφορᾷ τὰ ἀνθρώπων, πῶς οὐ καὶ τὰς μεταβολὰς τὰς περὶ αὐτούς, καὶ ὅτι νῦν ἄλλοι; εἰ δὲ τοῦτο, καὶ ὅτι πρότερον ἕτεροι, καὶ ἕτερα: ὥστε καὶ μνήμη.