Ancient Greek · ~7 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΑΡΧΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ.
Plotinus, Enneades 5.10
Not analysed yet
ὅτι δὲ οὕτω χρὴ νομίζειν ἔχειν, ὡς ἔστι μὲν τὸ ἐπέκεινα ὄντος τὸ ἕν, οἷον ἤθελεν ὁ λόγος δεικνύναι ὡς οἷόν τε ἦν περὶ τούτων ἐνδείκνυσθαι, ἔστι δὲ ἐφεξῆς τὸ ὂν καὶ νοῦς, τρίτη δὲ ἡ τῆς ψυχῆς φύσις, ἤδη δέδεικται. ὥσπερ δὲ ἐν τῇ φύσει τριττὰ ταῦτά ἐστι τὰ εἰρημένα, οὕτω χρὴ νομίζειν καὶ παῤ ἡμῖν ταῦτα εἶναι. λέγω δὲ οὐκ ἐπὶ τοῖς αἰσθητοῖς —χωριστὰ γὰρ ταῦτα —ἀλλ̓ ἐπὶ τοῖς αἰσθητῶν ἔξω, καὶ τὸν αὐτὸν τρόπον τὸ ἔξω, ὥσπερ κἀκεῖνα τοῦ παντὸς οὐρανοῦ ἔξω, οὕτω καὶ τὰ τοῦ ἀνθρώπου, οἷον λέγει Πλάτων τὸν εἴσω ἄνθρωπον. ἔστι τοίνυν καὶ ἡ ἡμετέρα ψυχὴ θεῖόν τι καὶ φύσεως ἄλλης, ὁποία πᾶσα ἡ ψυχῆς φύσις: τελεία δὲ ἡ νοῦν ἔχουσα: νοῦς δὲ ὁ μὲν λογιζόμενος, ὁ δὲ λογίζεσθαι παρέχων. τὸ δὴ λογιζόμενον τοῦτο τῆς ψυχῆς οὐδενὸς πρὸς τὸ λογίζεσθαι δεόμενον σωματικοῦ ὀργάνου, τὴν δὲ ἐνέργειαν ἑαυτοῦ ἐν καθαρῷ ἔχον, ἵνα καὶ λογίζεσθαι καθαρῶς οἷόν τε ᾖ, χωριστὸν καὶ οὐ κεκραμένον σώματι ἐν τῷ πρώτῳ νοητῷ τις τιθεμενος οὐκ ἂν σφάλλοιτο. οὐ γὰρ τόπον ζητητέον οὗ ἱδρύσομεν, ἀλλ̓ ἔξω τόπου παντὸς ποιητέον. οὕτω γὰρ τὸ καθ̓ αὑτὸ καὶ τὸ ἔξω καὶ τὸ ἄυλον, ὅταν μόνον ᾖ οὐδὲν ἔχον παρὰ τῆς σώματος φύσεως. διὰ τοῦτο ʽκαὶ ἔτι ἔξωθεν̓ φησὶν ἐπὶ τοῦ παντὸς ʽτὴν ψυχὴν περιέβαλεν̓ ἐνδεικνύμενος τῆς ψυχῆς τὸ ἐν τῷ νοητῷ μένον: ἐπὶ δὲ ἡμῶν ἀνακύπτειν ἐπ’ ἄκρα εἴρηκε τῇ κεφαλῇ. καὶ ἡ παρακέλευσις δὲ τοῦ χωρίζειν οὐ τόπῳ λέγεται —τοῦτο γὰρ φύσει κεχωρισμένον ἐστίν —ἀλλὰ τῇ μὴ νεύσει καὶ ταῖς φαντασίαις καὶ τῇ ἀλλοτριότητι τῇ πρὸς τὸ σῶμα, εἴ πως καὶ τὸ λοιπὸν ψυχῆς εἶδος ἀναγάγοι τις καὶ συνενέγκαι πρὸς τὸ ἄνω καὶ τὸ ἐνταῦθα αὐτῆς ἱδρυμένον, ὃ μόνον ἐστὶ σώματος δημιουργὸν καὶ πλαστικὸν καὶ τὴν πραγματείαν περὶ τοῦτο ἔχον.