Ancient Greek · ~8 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΑΡΧΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ.
Plotinus, Enneades 5.9
Not analysed yet
Ἀναξαγόρας δὲ νοῦν καθαρὸν καὶ ἀμιγῆ λέγων ἁπλοῦν καὶ αὐτὸς τίθεται τὸ πρῶτον καὶ χωριστὸν τὸ ἕν, τὸ δ̓ ἀκριβὲς δἰ ἀρχαιότητα παρῆκε. καὶ Ἡράκλειτος δὲ τὸ ἓν οἶδεν ἀίδιον καὶ νοητόν: τὰ γὰρ σώματα γίνεται ἀεὶ καὶ ῥέοντα. τῷ δὲ Ἐμπεδοκλεῖ τὸ μὲν νεῖκος ʽ??ʼαιρεῖ, ἡ δὲ φιλία τὸ ἕν: ἀσώματον δὲ καὶ αὐτος τοῦτο: τὰ δὲ στοιχεῖα ὡς ὕλη. Ἀριστοτέλης δὲ ὕστερον χωριστὸν μὲν τὸ πρῶτον καὶ νοητόν, νοεῖν δὲ αὐτὸ ἑαυτὸ λέγων πάλιν αὖ οὐ τὸ πρῶτον ποιεῖ: πολλὰ δὲ καὶ ἄλλα νοητὰ ποιῶν καὶ τοσἁ̣?ʼτα, ὁπόσαι ἐν οὐρανῷ σφαῖραι, ἵν̓ ἕκαστον ἑκάστην κινῇ, ἄλλον τρόπον λέγει τὰ ἐν τοῖς νοητοῖς ἢ Πλάτων, τὸ εὔλογον οὐκ ἔχων ἀνάγκην τιθέμενος. ἐπιστήσειε δ̓ ἄν τις εἰ καὶ εὐλόγως: εὐλογώτερον γὰρ πάσας πρὸς μίαν σύνταξιν συντελούσας πρὸς ἓν καὶ τὸ πρῶτον βλέπειν. ζητήσειε δ̓ ἄν τις τὰ πολλὰ νοητὰ εἰ ἐξ ἑνός ἐστιν αὐτῷ τοῦ πρώτου ἢ πολλαὶ αἱ ἐν τοῖς νοητοῖς ἀρχαί: καὶ εἰ μὲν ἐξ ἑνός, ἀνάλογον δηλονότι ἕξει ὡς ἐν τοῖς αἰσθητοῖς αἱ σφαῖραι ἄλλης ἄλλην περιεχούσης, μιᾶς δὲ τῆς ἔξω κρατούσης: ὥστε περιέχοι ἂν κἀκεῖ τὸ πρῶτον καὶ κόσμος νοητὸς ἔσται καὶ ὥσπερ ἐνταῦθα αἱ σφαῖραι οὐ κεναί, ἀλλὰ μεστὴ ἄστρων ἡ πρώτη, αἱ δὲ ἔχουσιν ἄστρα, οὕτω κἀκεῖ τὰ κινοῦντα πολλὰ ἐν αὑτοῖς ἕξει καὶ τὰ ἀληθέστερα ἐκεῖ. εἰ δ̓ ἕκαστον ἀρχή, κατὰ συντυχίαν αἱ ἀρχαὶ ἔσονται: καὶ διὰ τί συνέσονται καὶ πρὸς ἓν ἔργον τὴν τοῦ παντὸς οὐρανοῦ συμφωνίαν ὁμονοήσουσιν; πῶς δὲ ἴσα πρὸς τὰ νοητὰ καὶ κινοῦντα τὰ ἐν οὐρανῷ αἰσθητά; πῶς δὲ καὶ πολλὰ οὕτως ἀσώματα ὄντα ὕλης οὐ χωριζούσης; ὥστε τῶν ἀρχαίων οἱ μάλιστα συντασσόμενοι τοῖς Πυθαγόρου καὶ τῶν μετ̓ αὐτὸν καὶ Φερεκύδου δὲ περὶ ταύτην μὲν ἔσχον τὴν φύσιν: ἀλλ̓ οἱ μὲν ἐξειργάσαντο ἐν τοῖς αὑτῶν λόγοις, οἱ δὲ οὐκ ἐν λόγοις, ἀλλ̓ ἐν ἀγράφοις ἐδείκνυον συνουσίας ἢ ὅλως ἀφεῖσαν.