Ancient Greek · ~13 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΓΝΩΡΙΣΤΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ ΚΑΙ ΤΟΥ ΕΠΕΚΕΙΝΛ.
Plotinus, Enneades 5.10.1
Not analysed yet
ταῦτα μὲν οὖν ταύτῃ. εἰ δὲ τὰ ποιηθέντα μόνον, οὐκ ἂν ἦν ἔσχατα: ἐκεῖ δὲ πρῶτα τὰ ποιοῦντα, ὅθεν καὶ πρῶτα. δεῖ οὖν ἅμα καὶ τὸ ποιοῦν εἶναι καὶ ἓν ἄμφω: εἰ δὲ μή, δεήσει πάλιν ἄλλου. τί οὖν; οὐ δεήσει πάλιν ἐπέκεινα τούτου; ἢ ὁ μὲν νοῦς τοῦτο. τί οὖν οὐχ ὁρᾷ ἑαυτόν; ἢ οὗτος οὐδὲν δεῖται ὁράσεως. ἀλλὰ τοῦτο εἰς ὕστερον: νῦν δὲ πάλιν λέγωμεν: οὐ γὰρ περὶ τοῦ ἐπιτυχόντος ἡ σκέψις. λεκτέον δὴ πάλιν τοῦτον τὸν νοῦν δεηθῆναι τοῦ ὁρᾶν ἑαυτόν, μᾶλλον δὲ ἔχειν τὸ ὁρᾶν ἑαυτόν, πρῶτον μὲν τῷ πολὺν εἶναι, εἶτα καὶ τῷ ἑτέρου εἶναι, καὶ ἐξ ἀνάγκης ὁρατικὸν εἶναι, καὶ ὁρατικὸν ἐκείνου, καὶ τὴν οὐσίαν αὐτοῦ ὅρασιν εἶναι: καὶ γὰρ ὄντος τινὸς ἄλλου ὅρασιν δεῖ εἶναι, μὴ δὲ ὄντος μάτην ἐστί. δεῖ τοίνυν πλείω ἑνὸς εἶναι, ἵνα ὅρασις ᾖ, καὶ συνεκπίπτειν τὴν ὅρασιν τῷ ὁρατῷ, καὶ τὸ ὁρώμενον τὸ ὑπ’ αὐτοῦ πλῆθος εἶναι, ἓν πάντη: οὐδὲ γὰρ ἔχει τὸ ἓν πάντη εἰς τί ἐνεργήσει, ἀλλὰ μόνον καὶ ἔρημον ὂν πάντη στήσεται: ᾗ γὰρ ἐνεργεῖ, ἄλλο καὶ ἄλλο. εἰ δὲ μὴ εἴη ἄλλο, τὸ δὲ ἄλλο, τί καὶ ποιήσει; ἢ ποῦ προβήσεται; διὸ δεῖ τὸ ἐνεργοῦν ἢ περὶ ἄλλο ἐνεργεῖν, ἢ αὐτὸ πολύ τι εἶναι, εἰ μέλλοι ἐνεργεῖν ἐν αὑτῷ. εἰ δὲ μή τι προελεύσεται ἐπ’ ἄλλο, στήσεται: ὅταν δὲ πᾶσαν στάσιν, οὐ νοήσει. δεῖ τοίνυν τὸ νοοῦν, ὅταν νοῇ, ἐν δυσὶν εἶναι, καὶ ἢ ἔξω θάτερον ἢ ἐν τῷ αὐτῷ ἄμφω καὶ ἀεὶ ἐν ἑτερότητι τὴν νόησιν εἶναι, καὶ ἐν ταυτότητι δὲ ἐξ ἀνάγκης: καὶ εἶναι τὰ κυρίως νοούμενα πρὸς τὸν νοῦν καὶ τὰ αὐτὰ καὶ ἕτερα. καὶ πάλιν αὖ ἕκαστον τῶν νοουμένων συνεκφέρει τὴν ταυτότητα ταύτην καὶ τὴν ἑτερότητα: ἢ τί νοήσει, ὃ μὴ ἔχει ἄλλο καὶ ἄλλο; καὶ γὰρ εἰ ἕκαστον λόγος, πολλά ἐστι. καταμανθάνει τοίνυν ἑαυτὸ τῷ, ποικίλον ὀφθαλμὸν εἶναι ἢ ποικίλων χρωμάτων. εἰ γὰρ ἑνὶ καὶ ἀμερεῖ προσβάλλοι, ἠλογώθη: τί γὰρ ἂν ἔχοι περὶ αὐτοῦ εἰπεῖν, ἢ τί συνεῖναι; καὶ γὰρ εἰ τὸ ἀμερὲς πάντη εἰπεῖν αὑτὸ δέοι, δεῖ πρότερον λέγειν ἃ μή ἐστιν: ὥστε καὶ οὕτως πολλὰ ἂν εἶναι, ἵνα ἓν εἴη. εἶθ̓ ὅταν λέγῃ ʽεἰμὶ τόδἐ, τὸ τόδε εἰ μὲν ἕτερόν τι αὑτοῦ ἐρεῖ, ψεύσεται: εἰ δὲ συμβεβηκὸς αὑτῷ, πολλὰ ἐρεῖ ἢ τοῦτο ἐρεῖ ʽεἰμὶ εἰμἴ καὶ ʽἐγὼ ἐγὤ. τί οὖν, εἰ δύο μόνα εἴη καὶ λέγοι ʽἐγὼ καὶ τοῦτὀ; ἢ ἀνάγκη πόλλ̓ ἤδη εἶναι: καὶ γὰρ ὡς ἕτερα καὶ ὅπῃ ἕτερα καὶ ἀριθμὸς ἤδη καὶ πολλὰ ἄλλα. δεῖ τοίνυν τὸ νοοῦν ἕτερον καὶ ἕτερον λαβεῖν καὶ τὸ νοούμενον κατανοούμενον ὂν ποικίλον εἶναι: ἢ οὐκ ἔσται νόησις αὐτοῦ, ἀλλὰ θίξις καὶ οἷον ἐπαφὴ μόνον ἄρρητος καὶ ἀνόητος, προνοοῦσα οὔπω νοῦ γεγονότος καὶ τοῦ θιγγάνοντος οὐ νοοῦντος. δεῖ δὲ τὸ νοοῦν μηδὲ αὐτὸ μένειν ἁπλοῦν, καὶ μάλιστα ὅσῳ ἂν αὑτὸ νοῇ. διχάσει γὰρ αὐτὸ ἑαυτό, κἂν σύνεσιν δῷ τὴν σιωπήν. εἶτα οὐδὲ δεήσεται οἷον πολυπραγμονεῖν ἑαυτό: τί γὰρ καὶ μαθήσεται νοῆσαν; πρὸ γὰρ νοῦ νοῆσαι ὑπάρχει ὅπερ ἐστὶν ἑαυτῷ. καὶ γὰρ αὖ πόθος τις καὶ ἡ γνῶσίς ἐστι καὶ οἷον ζητήσαντος εὕρεσις. τὸ τοίνυν ἀδιάφορον πάντη αὐτὸ πρὸς αὑτὸ μένει, καὶ οὐδὲν ζητεῖ περὶ αὑτοῦ, ὃ δ̓ ἐξελίττει ἑαυτό, καὶ πολλὰ ἂν εἴη.