Ancient Greek · ~7 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΓΝΩΡΙΣΤΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ ΚΑΙ ΤΟΥ ΕΠΕΚΕΙΝΛ.
Plotinus, Enneades 5.11-2
Not analysed yet
διὸ καὶ ὁ νοῦς οὗτος πολύς, ὅταν τὸ ἐπέκεινα ἐθέλῃ νοεῖν. νοεῖ μὲν οὖν αὐτὸ ἐκεῖνο, ἀλλ̓ ἐπιβάλλειν θέλων ὡς ἁπλῷ ἔξεισιν ἄλλο ἀεὶ λαμβάνων ἐν αὑτῷ πληθυνόμενον: ὥστε ὥρμησε μὲν ἐπ’ αὐτὸ οὐχ ὡς νοῦς, ἀλλ̓ ὡς ὄψις οὔπω ἰδοῦσα, ἐξῆλθε δὲ ἔχουσα ὅπερ αὐτὴ ἐπλήθυνεν: ὥστε ἄλλου μὲν ἐπεθύμησεν ἀορίστως ἔχουσα ἐπ’ αὐτῇ φάντασμά τι, ἐξῆλθε δὲ ἄλλο λαβοῦσα ἐν αὑτῇ αὐτὸ πολὺ ποιήσασα. καὶ γὰρ αὖ ἔχει τύπον τοῦ ὁράματος, ἢ οὐ παρεδέξατο ἐν αὑτῇ γενέσθαι: οὗτος δὲ πολὺς ἐξ ἑνὸς ἐγένετο, καὶ οὕτως γνοὺς εἶδεν αὐτό, καὶ τότε ἐγένετο ἰδοῦσα ὄψις. τοῦτο δὲ ἤδη νοῦς, ὅτε ἔχει καὶ ὡς νοῦς ἔχει: πρὸ δὲ τούτου ἔφεσις μόνον καὶ ἀτύπωτος ὄψις. οὗτος οὖν ὁ νοῦς ἐπέβαλε μὲν ἐκείνῳ, λαβὼν δὲ ἐγένετο νοῦς, ἀεὶ δὲ ἐνδιαθέμενος καὶ γενόμενος καὶ νοῦς καὶ οὐσία καὶ νόησις, ὅτε ἐνόησε: πρὸ γὰρ τούτου οὐ νόησις ἦν τὸ νοητὸν οὐκ ἔχων, οὐδὲ νοῦς οὔπω νοήσας. τὸ δὲ πρὸ τούτων ἡ ἀρχὴ τούτων, οὐχ ὡς ἐνυπάρχουσα: τὰ γὰρ ἀφ̓ οὗ οὐκ ἐνυπάρχει, ἀλλ̓ ἐξ ὧν: ἀφ̓ οὗ δὲ ἕκαστον, οὐχ ἕκαστον, ἀλλ̓ ἕτερον ἁπάντων. οὐ τοίνυν ἕν τι τῶν πάντων, ἀλλὰ πρὸ πάντων, ὥστε καὶ πρὸ νοῦ: καὶ γὰρ αὖ νοῦ ἐντὸς τὰ πάντα: ὥστε καὶ ταύτῃ πρὸ νοῦ, καὶ εἰ τὰ μετ̓ αὐτὸν δὲ τὴν τάξιν ἔχοι τὴν τῶν πάντων, καὶ ταύτῃ πρὸ πάντων. οὐ δεῖ δή, πρὸ ὧν ἐστι, τούτων ἕν τι εἶναι, οὐδὲ νοῦν αὐτὸν προσερεῖς: οὐδὲ τἀγαθὸν οὖν, εἰ σημαίνοι ἕν τι τῶν πάντων τἀγαθόν, ʽοὐδὲ τοῦτὀ: εἰ δὲ τὸ πρὸ πάντων, ἔστω οὕτως ὠνομασμένον. εἰ οὖν νοῦς, ὅτι πολύς ἐστι, καὶ τὸ νοεῖν αὐτὸν οἷον παρεμπεσόν, κἂν ἐξ αὐτοῦ ᾖ, πληθύνει, δεῖ τὸ πάντη ἁπλοῦν καὶ πρῶτον ἁπάντων ἐπέκεινα νοῦ εἶναι. καὶ γὰρ εἰ νοήσει, οὐκ ἐπέκεινα νοῦ, ἀλλὰ νοῦς ἔσται: ἀλλὰ εἰ νοῦς ἔσται, καὶ αὐτὸ πλῆθος ἔσται.