Ancient Greek · ~12 min
Book 5, ΟΤΙ ΟΥΚ ΕΞΩ ΤΟΥ ΝΟΥ ΤΑ ΝΟΗΤΑ ΚΑΙ ΠΕΡΙ ΤΑΓΑΘΟΥ.
Plotinus, Enneades 5.12.1-2
Not analysed yet
χρὴ δὲ βλέπειν ᾧ ἕκαστα δεῖ αἰσθάνεσθαι, ὀφθαλμοῖς μὲν ἄλλα, ὠσὶ δὲ ἕτερα, καὶ τὰ ἄλλα ὡσαύτως: καὶ τῷ νῷ πιστεύειν ἄλλα ὁρᾶν, καὶ μὴ τὸ νοεῖν ἀκούειν νομίζειν ἢ ὁρᾶν, ὥσπερ ἂν εἰ τοῖς ὠσὶν ἐπιτάττοιεν βλέπειν, καὶ τὰς φωνὰς οὐκ εἶναι, ὅτι μὴ ὁρῶνται. χρὴ δὲ ἐννοεῖν, ὡς εἰσὶν ἐπιλελησμένοι οὗ καὶ ἐξ ἀρχῆς εἰς νῦν ποθοῦσι καὶ ἐφίενται αὐτοῦ. πάντα γὰρ ὀρέγεται ἐκείνου καὶ ἐφίεται αὐτοῦ φύσεως ἀνάγκῃ, ὥσπερ ἀπομεμαντευμένα, ὡς ἄνευ αὐτοῦ οὐ δύναται εἶναι. καὶ τοῦ μὲν καλοῦ ἤδη οἷον εἰδόσι καὶ ἐγρηγορόστν ἡ ἀντίληψις καὶ τὸ θάμβος καὶ τοῦ ἔρωτος ἡ ἔγερσις, τὸ δ̓ ἀγαθὸν ἅτε πάλαι παρὸν εἰς ἔφεσιν σύμφυτον καὶ κοιμωμένοις πάρεστι καὶ οὐ θαμβεῖ ποτε ἰδόντας, ὅτι σύνεστιν ἀεὶ καὶ οὐ ποτὲ ἡ ἀνάμνησις: οὐ μὴν ὁρῶσιν αὐτό, ὅτι κοιμωμένοις πάρεστι. τοῦ δὲ καλοῦ ὁ ἔρως, ὅταν παρῇ, ὀδύνας δίδωσιν, ὅτι δεῖ ἰδόντας ἐφίεσθαι. δεύτερος ὢν οὗτος ὁ ἔρως καὶ ἤδη συνιέντων μᾶλλον δεύτερον μηνύει τὸ καλὸν εἶναι: ἡ δὲ ἀρχαιοτέρα τούτου καὶ ἀναίσθητος ἔφεσις ἀρχαιότερόν φησι καὶ τἀγαθὸν εἶναι καὶ πρότερον τούτου. καὶ οἴονται δὲ τἀγαθὸν λαβόντες ἀρκεῖν αὑτοῖς ἅπαντες: εἰς γὰρ τὸ τέλος ἀφῖχθαι: τὸ δὲ καλὸν οὔτε πάντες εἶδον, γενόμενόν τε αὑτῷ οἴονται εἶναι, ἀλλ̓ οὐκ αὐτοῖς, οἷα καὶ τὸ τῇδε κάλλος: τοῦ γὰρ ἔχοντος τὸ κάλλος εἶναι. καὶ καλοῖς εἶναι δοκεῖν ἀρκεῖ, κἂν μὴ ὦσι: τὸ δ̓ ἀγαθὸν οὐ δόξῃ ἐθέλουσιν ἔχειν. ἀντιποιοῦνται γὰρ μάλιστα τοῦ πρώτου καὶ φιλονεικοῦσι καὶ ἐρίζουσι τῷ καλῷ, ὡς καὶ αὐτῷ γεγονότι ὥσπερ αὐτοί: οἷον εἴ τις ὕστερος ἀπὸ βασιλέως τῷ μετὰ βασιλέα εἰς ἀξίωσιν ἴσην βούλοιτο ἰέναι, ὡς ἀφ̓ ἑνὸς καὶ τοῦ αὐτοῦ ἐκείνῳ γεγενημένος, ἀγνοῶν ὡς ἀνήρτηται μὲν καὶ αὐτὸς εἰς βασιλέα, ἔστι δὲ ἐκεῖνος πρὸ αὐτοῦ. ἀλλ̓ οὖν ἡ τῆς πλάνης αἰτία τὸ μετέχειν ἄμφω τοῦ αὐτοῦ καὶ πρότερον τὸ ἓν ἀμφοτέρων εἶναι, καὶ ὅτι κἀκεῖ τὸ μὲν ἀγαθὸν αὐτὸ οὐ δεῖται τοῦ καλοῦ, τὸ δὲ καλὸν ἐκείνου. καὶ ἔστι δὲ τὸ μὲν ἤπιον καὶ προσηνὲς καὶ ἁβρότερον καί, ὡς ἐθέλει τις, παρὸν αὐτῷ: τὸ δὲ θάμβος ἔχει καὶ ἔκπληξιν καὶ συμμιγῆ τῷ ἀλγύνοντι τὴν ἡδονήν. καὶ γὰρ αὖ καὶ ἕλκει ἀπὸ τοῦ ἀγαθοῦ τοὺς οὐκ εἰδότας, ὥσπερ ἀπὸ πατρὸς τὸ ἐρώμενον: νεώτερον γάρ: τὸ δὲ πρεσβύτερον οὐ χρόνῳ, ἀλλὰ τῷ ἀληθεῖ, ὃ καὶ τὴν δύναμιν προτέραν ἔχει: πᾶσαν γὰρ ἔχει: τὸ γὰρ μετ̓ αὐτὸ οὐ πᾶσαν, ἀλλ̓ ὅση μετ̓ αὐτὸν καὶ ἀπ̓ αὐτοῦ, ὥστε ἐκεῖνος καὶ ταύτης κύριος, οὐ δεηθεὶς οὗτος τῶν ἐξ αὐτοῦ γενομένων, ἀλλὰ πᾶν καὶ ὅλον ἀφεὶς τὸ γενόμενον, ὅτι μὴ ἐδεῖτο μηδὲν αὐτοῦ, ἀλλ̓ ἔστιν ὁ αὐτός, οἷος καὶ πρὶν τοῦτο γεννῆσαι. ἐπεὶ οὐδ̓ ἂν ἐμέλησεν αὐτῷ μὴ γενομένου: ἐπεὶ οὐδ̓ εἰ ἄλλῳ δυνατὸν ἦν γενέσθαι ἐξ αὐτοῦ, ἐφθόνησεν ἄν: νῦν δὲ οὐκ ἔστιν οὐδὲν γενέσθαι: οὐδὲν γάρ ἐστιν ὃ μὴ γέγονε γενομένων τῶν πάντων. αὐτὸς δὲ οὐκ ἦν τὰ πάντα, ἵν̓ ἂν ἐδεήθη αὐτῶν, ὑπερβεβηκὼς δὲ τὰ πάντα οἷός τε ἦν καὶ ποιεῖν αὐτὰ καὶ ἐφ̓ ἑαυτῶν ἐᾶσαι εἶναι αὐτὸς ὑπὲρ αὐτὰ ὤν.