Ancient Greek · ~5 min
Book 5, ΟΤΙ ΟΥΚ ΕΞΩ ΤΟΥ ΝΟΥ ΤΑ ΝΟΗΤΑ ΚΑΙ ΠΕΡΙ ΤΑΓΑΘΟΥ.
Plotinus, Enneades 5.11-3
Not analysed yet
καὶ τὸ ἄπειρον τοῦτο τῷ μὴ πλέον ἑνὸς εἶναι μηδὲ ἔχειν πρὸς ὃ ὁριεῖ τι τῶν ἑαυτοῦ: τῷ γὰρ ἓν εἶναι οὐ μεμέτρηται οὐδ̓ εἰς ἀριθμὸν ἥκει. οὔτ̓ οὖν πρὸς ἄλλο οὔτε πρὸς αὑτὸ πεπέρανται: ἐπεὶ οὕτως ἂν εἴη καὶ δύο. οὐδὲ σχῆμα τοίνυν, ὅτι μηδὲ μέρη, οὐδὲ μορφή. μὴ τοίνυν ζήτει θνητοῖς ὄμμασι τοῦτο, οἷόν φησιν ὁ λόγος, μηδ̓ ὅτι οὕτως ἔστιν ἰδεῖν, ὡς ἄν τις ἀξιώσειεν, πάντα αἰσθητὰ ὑπολαμβάνων τὸ μάλιστα πάντων ἀναιρεῖ. ἃ γὰρ ἡγεῖταί τις εἶναι μάλιστα, ταῦτα μάλιστα οὐκ ἔστι: ʽτὸ δὲ μέγα ἧττον ἐστἴ: τό δὲ πρῶτον ἀρχὴ τοῦ εἶναι καὶ κυριώτερον αὖ τῆς οὐσίας: ὥστε ἀντιστρεπτέον τὴν δόξαν: εἰ δὲ μή, καταλελείψῃ ἔρημος θεοῦ, οἷον οἱ ἐν ταῖς ἑορταῖς ὑπὸ γαστριμαργίας πλήσαντες ἑαυτούς, ὧν οὐ θέμις λαβεῖν τοὺς εἰσίοντας πρὸς τοὺς θεούς, νομίσαντες μᾶλλον ἐκεῖνα ἐναργέστερα εἶναι τῆς θέας τοῦ θεοῦ, ᾧ ἑορτάζειν προσήκει, οὐ μετέσχον τῶν ἐκεῖ ἱερῶν. καὶ γὰρ ἐν τούτοις τοῖς ἱεροῖς ὁ θεὸς οὐχ ὁρώμενος ἀπιστεῖσθαι ποιεῖ ὡς οὐκ ὢν τοῖς ἐναργὲς νομίζουσι μόνον, ὃ τῇ σαρκὶ μόνον ἴδοιεν: οἷον εἴ τινες διὰ βίου κοιμώμενοι ταῦτα μὲν πιστὰ καὶ ἐναργῆ νομίζοιεν τὰ ἐν τοῖς ὀνείρασιν, εἰ δέ τις αὐτοὺς ἐξεγείρειεν, ἀπιστήσαντες τοῖς διὰ τῶν ὀφθαλμῶν ἀνεῳγότων ὀφθεῖσι πάλιν καταδαρθάνοιεν.