Ancient Greek · ~9 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΓΝΩΡΙΣΤΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ ΚΑΙ ΤΟΥ ΕΠΕΚΕΙΝΛ.
Plotinus, Enneades 5.13
Not analysed yet
διὸ καὶ ἄρρητον τῇ ἀληθείᾳ: ὅ τι γὰρ ἂν εἴπῃς, τὶ ἐρεῖς. ἀλλὰ τὸ ἐπέκεινα πάντων καὶ ἐπέκεινα τοῦ σεμνοτάτου νοῦ ἐν τοῖς πᾶσι μόνον ἀληθὲς ὂν οὔτε τὶ τῶν πάντων, οὔτε ὄνομα αὐτοῦ, ὅτι μηδὲν κατ̓ αὐτοῦ: ἀλλ̓ ὡς ἐνδέχεται, ἡμῖν αὐτοῖς σημαίνειν ἐπιχειροῦμεν περὶ αὐτοῦ. ἀλλ̓ ὅταν ἀπορῶμεν ʽἀναίσθητον οὖν ἑαυτοῦ καὶ οὐδὲ παρακολουθοῦν ἑαυτῷ οὐδὲ οἶδεν αὑτὄ, ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι ταῦτα λέγοντες ἑαυτοὺς περιτρέπομεν ἐπὶ τὰ ἐναντία. πολὺ γὰρ αὐτὸ ποιοῦμεν γνωστόν, καὶ γνῶσιν ποιοῦντες καὶ διδόντες νοεῖν δεῖσθαι τοῦ νοεῖν ποιοῦμεν: κἂν σὺν αὐτῷ τὸ νοεῖν ᾖ, περιττὸν ἔσται αὐτῷ τὸ νοεῖν. κινδυνεύει γὰρ ὅλως τὸ νοεῖν πολλῶν εἰς αὐτὸ συνελθόντων συναίσθησις εἶναι τοῦ ὅλου, ὅταν αὐτό τι ἑαυτὸ νοῇ: ὃ δὴ καὶ κυρίως ἐστὶ νοεῖν: ἓν δὲ ἕκαστον αὐτό τί ἐστι καὶ οὐδὲν ζητεῖ. εἰ δὲ τοῦ ἔξω ἔσται ἡ νόησις, ἐνδεές τε ἔσται καὶ οὐ κυρίως τὸ νοεῖν. τὸ δὲ πάντη ἁπλοῦν καὶ αὔταρκες ὄντως οὐδὲν δεῖται: τὸ δὲ δευτέρως αὔταρκες, δεόμενον δὲ ἑαυτοῦ, τοῦτο δεῖται τοῦ νοεῖν ἑαυτό: καὶ τὸ ἐνδεὲς πρὸς αὑτὸ ὂν τῷ ὅλῳ πεποίηκε τὸ αὔταρκες ἱκανὸν ἐξ ἁπάντων γενόμενον, συνὸν ἑαυτῷ, καὶ εἰς αὑτὸ νοοῦν. ἐπεὶ καὶ ἡ συναίσθησις πολλοῦ τινος αἴσθησίς ἐστι: καὶ μαρτυρεῖ καὶ τοὔνομα. καὶ ἡ νόησις προτέρα οὖσα εἴσω εἰς αὑτὸν ἐπιστρέφει δηλονότι πολὺν ὄντα: καὶ γὰρ ἐὰν αὐτὸ τοῦτο μόνον εἴπῃ ʽὂν εἰμἴ, ὡς ἐξευρὸν λέγει καὶ εἰκότως λέγει, τὸ γὰρ ὂν πολύ ἐστιν: ἐπεί, ὅταν εἰς ἁπλοῦν ἐπιβάλῃ καὶ εἴπῃ ʽὂν εἰμἴ, οὐκ ἔτυχεν οὔθ̓ ἑαυτοῦ οὔτε τοῦ ὄντος. οὐ γὰρ ὡς λίθον λέγει τὸ ὄν, ὅταν ἀληθεύῃ, ἀλλ̓ εἴρηκε μιᾷ ῥήσει πολλά. τὸ γὰρ εἶναι τοῦτο, ὅπερ ὄντως εἶναι καὶ μὴ ἴχνος ἔχον τοῦ ὄντος λέγεται, ὃ οὐδὲ ὂν διὰ τοῦτο λέγοιτ̓ ἄν, ὥσπερ εἰκὼν πρὸς ἀρχέτυπον, πολλὰ ἔχει. τί οὖν; ἕκαστον αὐτῶν οὐ νοηθήσεται; ἢ ἔρημον καὶ μόνον ἐὰν ἐθελήσῃς λαβεῖν, οὐ νοήσεις: ἀλλ̓ αὐτὸ τὸ εἶναι ἐν αὑτῷ πολύ ἐστι, κἂν ἄλλο τι εἴπῃς, ἔχει τὸ εἶναι. εἰ δὲ τοῦτο, εἴ τι ἔστιν ἁπλούστατον ἁπάντων, οὐχ ἕξει νόησιν αὑτοῦ: εἰ γὰρ ἕξει, τὸ πολὺ εἶναι ἕξει. οὔτ̓ οὖν αὑτὸ νοεῖ, οὔτε ἐστὶ νόησις αὐτοῦ.