Ancient Greek · ~13 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΓΝΩΡΙΣΤΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ ΚΑΙ ΤΟΥ ΕΠΕΚΕΙΝΛ.
Plotinus, Enneades 5.12.1
Not analysed yet
καὶ τί κωλύει οὕτω πλῆθος εἶναι, ἕως ἐστὶν οὐσία μία; τὸ γὰρ πλῆθος οὐ συνθέσει, ἀλλ̓ αἱ ἐνέργειαι αὐτοῦ τὸ πλῆθος. ἀλλ̓ εἰ μὲν αἱ ἐνέργειαι αὐτοῦ μὴ οὐσίαι, ἀλλ̓ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἔρχεται, οὐ πλῆθος μέν, ἀτελὲς δὲ πρὶν ἐνεργῆσαι τῇ οὐσίᾳ. εἰ δὲ ἡ οὐσία αὐτοῦ ἐνέργεια, ἡ δὲ ἐνέργεια αὐτοῦ τὸ πλῆθος, τοσαύτη ἔσται ἡ οὐσία αὐτοῦ, ὅσον τὸ πλῆθος. τοῦτο δὲ τῷ μὲν νῷ συγχωροῦμεν, ᾧ καὶ τὸ νοεῖν ἑαυτὸ ἀπεδίδομεν, τῇ δὲ ἀρχῇ πάντων οὐκέτι. δεῖ δὲ πρὸ τοῦ πολλοῦ τὸ ἓν εἶναι, ἀφ̓ οὗ καὶ τὸ πολύ: ἐπ’ ἀριθμοῦ γὰρ παντὸς τὸ ἓν πρῶτον. ἀλλ̓ ἐπ’ ἀριθμοῦ μὲν οὕτως φασί: σύνθεσις γὰρ τὰ ἑξῆς: ἐπὶ δὲ τῶν ὄντων τίς ἀνάγκη ἤδη καὶ ἐνταῦθα ἕν τι εἶναι, ἀφ̓ οὗ τὰ πολλά; ἢ διεσπασμένα ἔσται ἀπ̓ ἀλλήλων τὰ πολλά, ἄλλο ἄλλοθεν ἐπὶ τὴν σύνθεσιν κατὰ τύχην ἰόν. ἀλλ̓ ἐξ ἑνὸς τοῦ νοῦ ἁπλοῦ ὄντος φήσουσι τὰς ἐνεργείας προελθεῖν. ἤδη μὲν τι ἁπλοῦν τὸ πρὸ τῶν ἐνεργειῶν τίθενται: εἶτα τὰς ἐνεργείας μενούσας ἀεὶ καὶ ὑποστάσεις θήσονται: ὑποστάσεις δὲ οὖσαι ἕτεραι ἐκείνου, ἀφ̓ οὗ εἰσιν, ἔσονται, μένοντος μὲν ἐκείνου ἁπλοῦ, τοῦ δὲ ἐξ αὐτοῦ ἐφ̓ ἑαυτοῦ πλήθους ὄντος καὶ ἐξηρτημένου ἀπ̓ ἐκείνου. εἰ μὲν γὰρ ἐκείνου ποθὲν ἐνεργήσαντος αὗται ὑπέστησαν, κἀκεῖ πλῆθος ἔσται: εἰ δ̓ αὗταί εἰσιν αἱ πρῶται ἐνέργειαι τὸ δεύτερον ποιήσασαι, ποιήσασαι δὲ ἐκεῖνο πρὸ τούτων τῶν ἐνεργειῶν ὂν ἐφ̓ ἑαυτοῦ μένειν, τῷ δευτέρῳ τῷ ἐκ τῶν ἐνεργειῶν συστάντι τὰς ἐνεργείας παρεχώρησαν: ἄλλο γὰρ αὐτό, ἄλλο αἱ ἐνέργειαι αἱ ἀπ̓ αὐτοῦ, ὅτι μὴ αὐτοῦ ἐνεργήσαντος. εἰ δὲ μή, οὐκ ἔσται ἡ πρώτη ἐνέργεια ὁ νοῦς: οὐ γὰρ οἷον προυθυμήθη νοῦν γενέσθαι, εἶτα ἐγένετο νοῦς τῆς προθυμίας μεταξὺ αὐτοῦ τε καὶ τοῦ γεννηθέντος νοῦ γενομένης: οὐδ̓ αὖ ὅλως προυθυμήθη, οὕτω τε γὰρ ἦν ἀτελής, καὶ ἡ προθυμία οὐκ εἶχεν ὅ τι προθυμηθῇ: οὐδ̓ αὖ τὸ μὲν εἶχε τοῦ πράγματος, τὸ δὲ οὐκ εἶχεν: οὐδὲ γὰρ ἦν τι, πρὸς ὃ ἡ ἔκτασις. ἀλλὰ δῆλον, ὅτι, εἴ τι ὑπέστη μετ̓ αὐτό, μένοντος ἐκείνου ἐν τῷ αὑτοῦ ἤθει ὑπέστη. δεῖ οὖν, ἵνα τι ἄλλο ὑποστῇ, ἡσυχίαν ἄγειν ἐφ̓ ἑαυτοῦ πανταχοῦ ἐκεῖνο: εἰ δὲ μή, ἢ πρὸ τοῦ κινηθῆναι κινήσεται, καὶ πρὸ τοῦ νοῆσαι νοήσει, ἡ πρώτη ἐνέργεια αὐτοῦ ἀτελὴς ἔσται ὁρμὴ μόνον οὖσα. ἐπὶ τί οὖν ὧδε τυχοῦσά του ἐφορμᾷ; ἢ κατὰ λόγον θησόμεθα τὴν μὲν ἀπ̓ αὐτοῦ οἷον ῥυεῖσαν ἐνέργειαν ὡς ἀπὸ ἡλίου . φῶς τι οὖν θησόμεθα καὶ πᾶσαν τὴν νοητὴν φύσιν, αὐτὸν δὲ ἐπ’ ἄκρῳ τῷ νοητῷ ἑστηκότα βασιλεύειν ἐπ’ αὐτοῦ οὐκ ἐξώσαντα ἀπ̓ αὐτοῦ τὸ ἐκφανέν. ἢ ἄλλο φῶς πρὸ φωτὸς ποιήσομεν, ἐπιλάμπειν δὲ ἀεὶ μένον ἐπὶ τοῦ νοητοῦ. οὐδὲ γὰρ ἀποτέτμηται τὸ ἀπ̓ αὐτοῦ οὐδ̓ αὖ ταὐτὸν αὐτῷ οὐδὲ τοιοῦτον, οἷον μὴ οὐσία εἶναι, οὐδ̓ αὖ οἷον τυφλὸν εἶναι: ἀλλ̓ ὁρῶν καὶ γινῶσκον ἑαυτὸ καὶ πρῶτον γινῶσκον. τὸ δὲ ὥσπερ ἐπέκεινα νοῦ, οὕτως καὶ ἐπέκεινα γνώσεως, οὐδὲν δεόμενον ὥσπερ οὐδενός, οὕτως οὐδὲ τοῦ γινώσκειν: ἀλλ̓ ἔστιν ἐν δευτέρᾳ φύσει τὸ γινώσκειν. ἓν γάρ τι καὶ τὸ γινώσκειν: τὸ δέ ἐστιν ἄνευ τοῦ τὶ ἕν: εἰ γὰρ τὶ ἕν, οὐκ ἂν αὐτοέν: τὸ γὰρ αὐτὸ πρὸ τοῦ τί.