Ancient Greek · ~6 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΓΝΩΡΙΣΤΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ ΚΑΙ ΤΟΥ ΕΠΕΚΕΙΝΛ.
Plotinus, Enneades 5.2-2
Not analysed yet
πρότερον δὲ περὶ ψυχῆς ζητητέον, εἰ δοτέον αὐτῇ γνῶσιν ἑαυτῆς, καὶ τί τὸ γινῶσκον ἐν αὑτῇ καὶ ὅπως. τὸ μὲν οὖν αἰσθητικὸν αὐτῆς αὐτόθεν ἂν φαῖμεν τοῦ ἔξω μόνον εἶναι: καὶ γὰρ εἰ τῶν ἔνδον ἐν τῷ σώματι γιγνομένων συναίσθησις εἴη, ἀλλὰ τῶν ἔξω αὐτοῦ καὶ ἐνταῦθα ἡ ἀντίληψις: τῶν γὰρ ἐν τῷ σώματι παθημάτων ὑφ̓ ἑαυτοῦ αἰσθάνεται. τὸ δ̓ ἐν αὐτῇ λογιζόμενον παρὰ τῶν ἐκ τῆς αἰσθήσεως παρακειμένων φαντασμάτων τὴν ἐπίκρισιν ποιούμενον καὶ συνάγον καὶ διαιροῦν: ἢ καὶ ἐπὶ τῶν ἐκ τοῦ νοῦ ἰόντων ἐφορᾷ, οἷον τοὺς τύπους, καὶ ἔχει καὶ περὶ τούτους τὴν αὐτὴν δύναμιν καὶ σύνεσιν ἔτι προσλαμβάνει, ὥσπερ ἐπιγινῶσκον καὶ ἐφαρμόζον τοῖς ἐν αὐτῷ ἐκ παλαιοῦ τύποις τοὺς νέους καὶ ἄρτι ἥκοντας: ὃ δὴ καὶ ἀναμνήσεις φαῖμεν ἂν τῆς ψυχῆς εἶναι: καὶ νοῦς ὁ τῆς ψυχῆς μέχρι τοῦδε ἱστάμενος τῇ δυνάμει: ἢ καὶ εἰς ἑαυτὸ στρέφεται καὶ γινώσκει ἑαυτό: ἢ ἐπὶ τὸν νοῦν ἀνενεκτέον τοῦτο; γνῶσιν μὲν γὰρ ἑαυτοῦ τούτῳ τῷ μέρει διδόντες νοῦν αὐτὸν φήσομεν, καὶ ὅπῃ διοίσει τοῦ ἐπάνω ζητήσομεν, μὴ δὲ διδόντες ἐπ’ ἐκεῖνον ἥξομεν τῷ λόγῳ βαδίζοντες, καὶ τὸ αὐτὸ ἑαυτὸ ὅ τί ποτ̓ ἐστὶ σκεψόμεθα. εἰ δὲ καὶ ἐνταῦθα ἐν τῷ κάτω δώσομεν, τίς ἡ διαφορὰ τοῦ νοεῖν ἑαυτὸ σκεψόμεθα: εἰ γὰρ μηδεμία, ἤδη τοῦτο νοῦς ὁ ἄκρατος. τοῦτο τοίνυν τὸ διανοητικὸν τῆς ψυχῆς ἆρα ἐπιστρέφει ἐφ̓ ἑαυτὸ καὶ αὐτό; ἢ οὔ: ἀλλὰ ὧν δέχεται τύπων ἐφ̓ ἑκάτερα τὴν σύνεσιν ἴσχει. καὶ πῶς τὴν σύνεσιν ἴσχει πρῶτον ζητητέον.