Ancient Greek · ~10 min
Book 5, ΠΕΡΙ ΤΩΝ ΓΝΩΡΙΣΤΙΚΩΝ ΥΠΟΣΤΑΣΕΩΝ ΚΑΙ ΤΟΥ ΕΠΕΚΕΙΝΛ.
Plotinus, Enneades 5.3-2
Not analysed yet
ἡ μὲν γὰρ αἴσθησις εἶδεν ἄνθρωπον καὶ ἔδωκε τὸν τύπον τῇ διανοίᾳ: ἡ δὲ τί φησιν; ἢ οὔπω οὐδὲν ἐρεῖ, ἀλλ̓ ἔγνω μόνον καὶ ἔστη: εἰ μὴ ἄρα πρὸς ἑαυτὴν διαλογίζοιτο ʽτίς οὗτοσ̓, εἰ πρότερον ἐνέτυχε τούτῳ, καὶ λέγοι προσχρωμένη τῇ μνήμῃ, ὅτι Σωκράτης. εἰ δὲ καὶ ἐξελίττοι τὴν μορφήν, μερίζει ἃ ἡ φαντασία ἔδωκεν: εἰ δέ, εἰ ἀγαθός, λέγοι, ἐξ ὧν μὲν ἔγνω διὰ τῆς αἰσθήσεως εἴρηκεν, ὃ δὲ εἴρηκεν ἐπ’ αὐτοῖς, ἤδη παῤ αὑτῆς ἂν ἔχοι κανόνα ἔχουσα τοῦ ἀγαθοῦ παῤ αὑτῇ. τὸ ἀγαθὸν πῶς ἔχει παῤ αὑτῇ; ἢ ἀγαθοειδής ἐστι, καὶ ἐπερρώσθη δὲ εἰς τὴν αἴσθησιν τοῦ τοιούτου ἐπιλάμποντος αὐτῇ νοῦ: τὸ γὰρ καθαρὸν τῆς ψυχῆς τοῦτο καὶ νοῦ δέχεται ἐπικείμενα ἴχνη. διὰ τί δὲ οὐ τοῦτο νοῦς, τὰ δὲ ἄλλα ψυχὴ ἀπὸ τοῦ αἰσθητικοῦ ἀρξάμενα; ἢ ὅτι ψυχὴν δεῖ ἐν λογισμοῖς εἶναι: ταῦτα δὲ πάντα λογιζομένης δυνάμεως ἔργα. ἀλλὰ διὰ τί οὐ τούτῳ τῷ μέρει δόντες τὸ νοεῖν ἑαυτὸ ἀπαλλαξόμεθα; ἢ ὅτι ἔδομεν αὐτῷ τὰ ἔξω σκοπεῖσθαι καὶ πολυπραγμονεῖν, νῷ δὲ ἀξιοῦμεν ὑπάρχειν τὰ αὑτοῦ καὶ τὰ ἐν αὑτῷ σκοπεῖσθαι. ἀλλ̓ εἴ τις φήσει ʽτί οὖν κωλύει τοῦτο ἄλλῃ δυνάμει σκοπεῖσθαι τὰ αὑτοὖ; οὐ τὸ διανοητικὸν οὐδὲ τὸ λογιστικὸν ἐπιζητεῖ, ἀλλὰ νοῦν καθαρὸν λαμβάνει. τί οὖν κωλύει ἐν ψυχῇ νοῦν καθαρὸν εἶναι; οὐδὲν φήσομεν. ἀλλ̓ ἔτι δεῖ λέγειν ψυχῆς τοῦτο; ἀλλ̓ οὐ ψυχῆς μὲν φήσομεν, ἡμέτερον δὲ νοῦν φήσομεν, ἄλλον μὲν ὄντα τοῦ διανοουμένου καὶ ἐπάνω βεβηκότα, ὅμως δὲ ἡμέτερον, καὶ εἰ μὴ συναριθμοῖμεν τοῖς μέρεσι τῆς ψυχῆς: ἢ ἡμέτερον καὶ οὐχ ἡμέτερον: διὸ καὶ προσχρώμεθα αὐτῷ καὶ οὐ προσχρώμεθα, διανοίᾳ δὲ ἀεί: καὶ ἡμέτερον μὲν χρωμένων, οὐ προσχρωμένων δὲ οὐχ ἡμέτερον. τὸ δὴ προσχρῆσθαι τί ἐστιν; ἆρα αὐτοὺς ἐκεῖνο γινομένους, καὶ φθεγγομένους ὡς ἐκεῖνος ἢ κατ̓ ἐκεῖνον; οὐ γὰρ νοῦς ἡμεῖς: κατ̓ ἐκεῖνον οὖν τῷ λογιστικῷ πρώτῳ δεχομένῳ. καὶ γὰρ αἰσθανόμεθα δἰ αἰσθήσεως καὶ ἡμεῖς οἱ αἰσθανόμενοι. ἆῤ οὖν καὶ διανοούμεθα οὕτως; ἢ αὐτοὶ μὲν οἱ λογιζόμενοι καὶ νοοῦμεν τὰ ἐν τῇ διανοίᾳ νοήματα αὐτοί: τοῦτο γὰρ ἡμεῖς: τὰ δὲ τοῦ νοῦ ἐνεργήματα ἄνωθεν οὕτως, ὡς τὰ ἐκ τῆς αἰσθήσεως κάτωθεν, τοῦτο ὄντες τὸ κύριον τῆς ψυχῆς, μέσον δυνάμεως διττῆς, χείρονος καὶ βελτίονος, χείρονος μὲν τῆς αἰσθήσεως, βελτίονος δὲ τοῦ νοῦ. ἀλλ̓ αἴσθησις μὲν ἀεὶ ἡμέτερον δοκεῖ συγκεχωρημένον: ἀεὶ γὰρ αἰσθανόμεθα: νοῦς δὲ ἀμφισβητεῖται, καὶ ὅτι μὴ αὐτῷ ἀεὶ καὶ ὅτι χωριστός: χωριστὸς δὲ τῷ μὴ προσνεύειν αὐτόν, ἀλλ̓ ἡμᾶς μᾶλλον πρὸς αὐτὸν εἰς τὸ ἄνω βλέποντας. αἴσθησις δὲ ἡμῖν ἄγγελος, βασιλεὺς δὲ πρὸς ἡμᾶς ἐκεῖνος.