Ancient Greek · ~6 min
Book 5, ΟΤΙ ΟΥΚ ΕΞΩ ΤΟΥ ΝΟΥ ΤΑ ΝΟΗΤΑ ΚΑΙ ΠΕΡΙ ΤΑΓΑΘΟΥ.
Plotinus, Enneades 5.2-3
Not analysed yet
οὐ τοίνυν δεῖ οὔτε ἔξω τὰ νοητὰ ζητεῖν, οὔτε τύπους ἐν τῷ νῷ τῶν ὄντων λέγειν εἶναι, οὔτε τῆς ἀληθείας ἀποστεροῦντας αὐτὸν ἀγνωσίαν τε τῶν νοητῶν ποιεῖν καὶ ἀνυπαρξίαν καὶ ἔτι αὐτὸν τὸν νοῦν ἀναιρεῖν: ἀλλ̓ εἴπερ καὶ γνῶσιν δεῖ καὶ ἀλήθειαν εἰσάγειν καὶ τὰ ὄντα τηρεῖν καὶ γνῶσιν τοῦ τί ἕκαστόν ἐστιν, ἀλλὰ μὴ τοῦ ποῖόν τι ἕκαστον, ἅτε εἴδωλον αὐτοῦ καὶ ἴχνος ἴσχοντας, ἀλλὰ μὴ αὐτὰ ἔχοντας καὶ συνόντας καὶ συγκραθέντας αὐτοῖς, τῷ ἀληθινῷ νῷ δοτέον τὰ πάντα. οὕτω γὰρ ἂν καὶ εἰδείη, καὶ ἀληθινῶς εἰδείη, καὶ οὐδ̓ ἂν ἐπιλάθοιτο οὐδ̓ ἂν περιέλθοι ζητῶν, καὶ ἡ ἀλήθεια ἐν αὐτῷ καὶ ἕδρα ἔσται τοῖς οὖσι καὶ ζήσεται καὶ νοήσει. ἃ δὴ πάντα περὶ τὴν μακαριωτάτην φύσιν δεῖ ὑπάρχειν: ἢ ποῦ τὸ τίμιον καὶ σεμνὸν ἔσται; καὶ γὰρ αὖ οὕτως οὐδ̓ ἀποδείξεως δεῖ οὐδὲ πίστεως, ὅτι οὕτως: αὐτὸς γὰρ οὕτως καὶ ἐναργὴς αὐτὸς αὑτῷ, καὶ εἴ τι πρὸ αὐτοῦ, ὅτι ἐξ αὐτοῦ, καὶ εἴ τι μετ̓ ἐκεῖνο, ὅτι αὐτός, καὶ οὐδεὶς πιστότερος αὐτῷ περὶ αὐτοῦ, καὶ ὅτι ἐκεῖ τοῦτο καὶ ὄντως. ὥστε καὶ ἡ ὄντως ἀλήθεια οὐ συμφωνοῦσα ἄλλῳ, ἀλλ̓ ἑαυτῇ, καὶ οὐδὲν παῤ αὑτὴν ἄλλο λέγει καὶ ἔστι καὶ ὃ ἔστι τοῦτο καὶ λέγει. τίς ἂν οὖν ἐλέγξειε; καὶ πόθεν οἴσει τὸν ἔλεγχον; εἰς γὰρ ταὐτὸν ὁ φερόμενος ἔλεγχος τῷ προειπόντι, κἂν κομίσῃ ὡς ἄλλο, φέρεται εἰς τὸν ἐξ ἀρχῆς εἰπόντα καὶ ἕν ἐστιν: οὐ γὰρ ἄλλο ἀληθέστερον ἂν εὕροι τοῦ ἀληθοῦς.