Ancient Greek · ~16 min
Book 5, ΟΤΙ ΟΥΚ ΕΞΩ ΤΟΥ ΝΟΥ ΤΑ ΝΟΗΤΑ ΚΑΙ ΠΕΡΙ ΤΑΓΑΘΟΥ.
Plotinus, Enneades 5.1.1
Not analysed yet
Τὸν νοῦν, τὸν ἀληθῆ νοῦν καὶ ὄντως, ἆῤ ἄν τις φαίη ψεύσεσθαί ποτε καὶ μὴ τὰ ὄντα δοξάσειν; οὐδαμῶς. πῶς γὰρ ἂν ἔτι νοῦς ἀνοηταίνων εἴη; δεῖ ἄρα αὐτὸν ἀεὶ εἰδέναι καὶ μηδ̓ ἂν ἐπιλαθέσθαι ποτέ, τὴν δὲ εἴδησιν αὐτῷ μήτε εἰκάζοντι εἶναι μήτε ἀμφίβολον μηδ̓ αὖ παῤ ἄλλου οἷον ἀκούσαντι. οὐ τοίνυν οὐδὲ δἰ ἀποδείξεως. καὶ γὰρ εἴ τινά τις φαίη δἰ ἀποδείξεως, ἀλλ̓ οὖν αὐτόθεν αὐτῷ ἐναργές τι εἶναι: καίτοι ὁ λόγος φησὶ πάντα. πῶς γὰρ καὶ διοριεῖ τις τά τε αὐτόθεν τά τε μή; ἀλλ̓ οὖν, ἃ συγχωροῦσιν αὐτόθεν, πόθεν φήσουσι τούτων τὸ ἐναργὲς αὐτῷ παρεῖναι; πόθεν δὲ αὐτῷ πίστιν, ὅτι οὕτως ἔχει, παρέξεται; ἐπεὶ καὶ τὰ ἐπὶ τῆς αἰσθήσεως, ἃ δὴ δοκεῖ πίστιν ἔχειν ἐναργεστάτην, ἀπιστεῖται, μή ποτε οὐκ ἐν τοῖς ὑποκειμένοις, ἀλλ̓ ἐν τοῖς πάθεσιν ἔχῃ τὴν δοκοῦσαν ὑπόστασιν, καὶ νοῦ δεῖ ἢ διανοίας τῶν κρινούντων: ἐπεὶ καὶ συγκεχωρημένου ἐν τοῖς ὑποκειμένοις εἶναι αἰσθητοῖς, ὧν ἀντίληψιν ἡ αἴσθησις ποιήσεται, τό γε γιγνωσκόμενον δἰ αἰσθήσεως τοῦ πράγματος εἴδωλόν ἐστι, καὶ οὐκ αὐτὸ τὸ πρᾶγμα ἡ αἴσθησις λαμβάνει: μένει γὰρ ἐκεῖνο ἔξω. ὁ δὴ νοῦς γινώσκων καὶ τὰ νοητὰ γινώσκων, εἰ μὲν ἕτερα ὄντα γινώσκει, πῶς ἂν συντύχοι αὐτοῖς; ἐνδέχεται γὰρ μή, ὥστε ἐνδέχεται μὴ γινώσκειν ἢ τότε ὅτε συνέτυχε, καὶ οὐκ ἀεὶ ἕξει τὴν γνῶσιν. εἰ δὲ συνεζεῦχθαι φήσουσι, τί τὸ συνεζεῦχθαι τοῦτο; ἔπειτα καὶ αἱ νοήσεις τύποι ἔσονται: εἰ δὲ τοῦτο, καὶ ἐπακτοὶ καὶ πληγαί. πῶς δὲ καὶ τυπώσεται, ἢ τίς τῶν τοιούτων ἡ μορφή; καὶ ἡ νόησις τοῦ ἔξω, ὥσπερ καὶ ἡ αἴσθησις. καὶ τί διοίσει ἢ τῷ σμικροτέρων ἀντιλαμβάνεσθαι; πῶς δὲ καὶ γνώσεται, ὅτι ἀντελάβετο ὄντως; πῶς δέ, ὅτι ἀγαθὸν τοῦτο ἢ ὅτι καλὸν ἢ δίκαιον; ἕκαστον γὰρ τούτων ἄλλο αὐτοῦ, καὶ οὐκ ἐν αὐτῷ αἱ τῆς κρίσεως ἀρχαί, αἷς πιστεύσει, ἀλλὰ καὶ αὗται ἔξω, καὶ ἡ ἀλήθεια ἐκεῖ. εἶτα κἀκεῖνα ἀναίσθητα καὶ ἄμοιρα ζωῆς καὶ νοῦ, ἢ νοῦν ἔχει. καὶ εἰ νοῦν ἔχει, ἅμα ἐνταῦθα ἄμφω, καὶ τὸ ἀληθὲς ὡδί, καὶ ὁ πρῶτος νοῦς οὗτος, καὶ ἐπὶ τούτου ζητήσομεν, πῶς ἔχει ἡ ἐνταῦθα ἀλήθεια καὶ τὸ νοητὸν καὶ ὁ νοῦς, εἰ ἐν τῷ αὐτῷ μὲν καὶ ἅμα, δύο δὲ καὶ ἕτερα ἢ πῶς; εἰ δ̓ ἀνόητα καὶ ἄνευ ζωῆς, τί ὄντα; οὐ γὰρ δὴ προτάσεις οὐδὲ ἀξιώματα οὐδὲ λεκτά: ἤδη γὰρ ἂν καὶ αὐτὰ περὶ ἑτέρων λέγοι, καὶ οὐκ αὐτὰ τὰ ὄντα εἴη, οἷον τὸ δίκαιον καλόν, ἄλλου τοῦ δικαίου καὶ τοῦ καλοῦ ὄντος. εἰ δ̓ ἁπλᾶ φήσουσι; δίκαιον χωρὶς καὶ καλόν, πρῶτον μὲν οὐχ ἕν τι οὐδ̓ ἐν ἑνὶ τὸ νοητὸν ἔσται, ἀλλὰ διεσπασμένον ἕκαστον. καὶ ποῦ καὶ κατὰ τίνας διέσπασται τόπους; πῶς δὲ αὐτοῖς συντεύξεται ὁ νοῦς περιθέων; πῶς δὲ μενεῖ; ἢ ἐν τῷ αὐτῷ πῶς μενεῖ; τίνα δ̓ ὅλως μορφὴν ἢ τύπον ἕξει; εἰ μὴ ὥσπερ ἀγάλματα ἐγκείμενα χρυσᾶ ἢ ἄλλης τινὸς ὕλης ὑπό τινος πλάστου ἢ γραφέως πεποιημένα. ἀλλ̓ εἰ τοῦτο, ὁ θεωρῶν νοῦς αἴσθησις ἔσται. διὰ τί δὲ τὸ μέν ἐστι τῶν τοιούτων δικαιοσύνη, τὸ δ̓ ἄλλο τι; μέγιστον δὲ πάντων ἐκεῖνο: εἰ γὰρ καὶ ὅτι μάλιστα δοίη τις ταῦτα ἔξω εἶναι, καὶ τὸν νοῦν αὐτὰ οὕτως ἔχοντα θεωρεῖν, ἀναγκαῖον αὐτῷ μήτε τὸ ἀληθὲς αὐτῶν ἔχειν διεψεῦσθαί τε ἐν ἅπασιν οἷς θεωρεῖ. τὰ μὲν γὰρ ἀληθινὰ ἂν εἴη ἐκεῖνα: θεωρήσει τοίνυν αὐτὰ οὐκ ἔχων αὐτά, εἴδωλα δὲ αὐτῶν ἐν τῇ γνώσει τῇ τοιαύτῃ λαβών. τὸ τοίνυν ἀληθινὸν οὐκ ἔχων, εἴδωλα δὲ τοῦ ἀληθοῦς παῤ αὑτῷ λαβών, τὰ ψευδῆ ἕξει καὶ οὐδὲν ἀληθές. εἰ μὲν οὖν εἰδήσει, ὅτι τὰ ψευδῆ ἔχει, ὁμολογήσει ἄμοιρος ἀληθείας εἶναι: εἰ δὲ καὶ τοῦτο ἀγνοήσει, καὶ οἰήσεται τὸ ἀληθὲς ἔχειν οὐκ ἔχων, διπλάσιον ἐν αὐτῷ τὸ ψεῦδος γενόμενον πολὺ τῆς ἀληθείας αὐτὸν ἀποστήσει. διὰ τοῦτο γὰρ καὶ ἐν ταῖς αἰσθήσεσιν, οἶμαι, οὐκ ἔνεστιν ἀλήθεια, ἀλλὰ δόξα, ὅτι παραδεχομένη καὶ διὰ τοῦτο δόξα οὖσα ἄλλο παραδέχεται ἄλλου ὄντος ἐκείνου, ἐξ οὗ τοῦτο ὃ παραδέχεται ἔχει. εἰ οὖν μὴ ἀλήθεια ἐν τῷ νῷ, οὗτος μὲν ὁ τοιοῦτος νοῦς οὔτε ἀλήθεια ἔσται, οὔτε ἀληθείᾳ νοῦς, οὔτε ὅλως νοῦς ἔσται. ἀλλ̓ οὐδὲ ἄλλοθί που ἡ ἀλήθεια ἔσται.