Ancient Greek · ~5 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΕΙ ΚΑΙ ΤΩΝ ΚΑΘ̓ ΕΚΑΣΤΑ ΕΣΤΙΝ ΕΙΔΗ.
Plotinus, Enneades 5.2-5
Not analysed yet
ἀλλ̓ εἰ αἱ μίξεις τῶν λόγων ἄρρενος καὶ θήλεος διαφόρους ποιοῦσιν, οὐκέτι τοῦ γινομένου ἑκάστου λόγος τις ἔσται, ὅ τε ἑκάτερος γεννῶν, οἷον ὁ ἄρρην, οὐ κατὰ διαφόρους λόγους ποιήσει, ἀλλὰ καθ̓ ἕνα τὸν αὑτοῦ ἢ πατρὸς ἑαυτοῦ. ἢ οὐδὲν κωλύει καὶ κατὰ διαφόρους τῷ τοὺς πάντας ἔχειν αὐτούς, ἄλλους δὲ ἀεὶ προχείρους. ὅταν δὲ ἐκ τῶν αὐτῶν γονέων: διάφοροι; ἢ διὰ τὴν οὐκ ἴσην ἐπικράτησιν. αλλ̓ ἐκεῖνο, ὅτι οὐκ εἰ ἐν τῷ φαίνεσθαι ὁτὲ μὲν κατὰ τὸ ἄρρεν τὸ πλεῖστον, ὁτὲ δὲ κατὰ τὸ θῆλυ. ἢ κατὰ τὸ ἴσον μέρος ἔδωκεν ἑκάτερος. ἀλλ̓ ὅλον μὲν ἔδωκε καὶ ἔγκειται, κρατεῖ δὲ τῆς ὕλης μέρους ἑκατέρου ἢ θατέρου. οἱ δὲ ἐν ἄλλῃ χώρᾳ πῶς διάφοροι; ἆῤ οὖν ἡ ὕλη τὸ διάφορον οὐχ ὁμοίως κρατουμένη; πάντες ἄρα χωρὶς ἑνὸς παρὰ φύσιν. εἰ δὲ τὸ διάφορον πολλαχοῦ καλόν, οὐχ ἓν τὸ εἶδος. ἀλλὰ τῷ αἴσχει μόνῳ ἀποδοτέον τὸ παρὰ τὴν ὕλην κρατεῖν τῶν τελείων λόγων κεκρυμμένων μέν, δοθέντων δὲ ὅλων. ἀλλ̓ ἔστωσαν διάφοροι οἱ λόγοι: τί δεῖ τοσούτους, ὅσοι οἱ γινόμενοι ἐν μιᾷ περιόδῳ, εἴπερ ἔνι τῶν αὐτῶν διδομένων διαφόρους ἔξωθεν φαίνεσθαι; ἢ συγκεχώρηται τῶν ὅλων διδομένων, ζητεῖται δέ, εἰ τῶν αὐτῶν κρατούντων. ἆῤ οὖν, ὅτι τὸ ταὐτὸν πάντη ἐν τῇ ἑτέρᾳ περιόδῳ, ἐν ταύτῃ δὲ οὐδὲν πάντη ταὐτόν;