Ancient Greek · ~5 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΕΙ ΚΑΙ ΤΩΝ ΚΑΘ̓ ΕΚΑΣΤΑ ΕΣΤΙΝ ΕΙΔΗ.
Plotinus, Enneades 5.3-5
Not analysed yet
πῶς οὖν ἐπὶ πολλῶν διδύμων διαφόρους φήσομεν τοὺς λόγους; εἰ δὲ καὶ ἐπὶ τὰ ἄλλα ζῷά τις ἴοι καὶ τὰ πολυτόκα μάλιστα; ἤ, ἐφ̓ ὧν ἀπαράλλακτα, εἷς λόγος. ἀλλ̓ εἰ τοῦτο, οὐχ, ὅσα τὰ καθέκαστα, τοσοῦτοι καὶ οἱ λόγοι. ἢ ὅσα διάφορα τὰ καθέκαστα καὶ διάφορα οὐ τῷ ἐλλείπειν κατὰ τὸ εἶδος. ἢ τί κωλύει καὶ ἐν οἷς ἀδιάφορα; εἴπερ τινὰ ὅλως ἐστὶ πάντη ἀδιάφορα. ὡς γὰρ ὁ τεχνίτης, κἂν ἀδιάφορα ποιῇ, δεῖ ὅμως τὸ ταὐτὸν διαφορᾷ λαμβάνειν λογικῇ, καθ̓ ἣν ἄλλο ποιήσει προσφέρων διάφορόν τι τῷ αὐτῷ: ἐν δὲ τῇ φύσει μὴ λογισμῷ γινομένου τοῦ ἑτέρου, ἀλλὰ λόγοις μόνον, συνεζεῦχθαι δεῖ τῷ εἴδει τὸ διάφορον: ἡμεῖς δὲ λαμβάνειν τὴν διαφορὰν ἀδυνατοῦμεν. καὶ εἰ μὲν ἡ ποίησις ἔχει τὸ εἰκῆ τοῦ ὁποσαοῦν, ἄλλος λόγος: εἰ δὲ μεμέτρηται, ὁπόσα τινὰ εἴη, τὸ ποσὸν ὡρισμένον ἔσται τῇ τῶν λόγων ἁπάντων ἐξελίξει καὶ ἀναπλώσει: ὥστε, ὅταν παύσηται πάντα, ἀρχὴ ἄλλη: ὁπόσον γὰρ δεῖ τὸν κόσμον εἶναι, καὶ ὁπόσα ἐν τῷ ἑαυτοῦ βίῳ διεξελεύσεται, κεῖται ἐξ ἀρχῆς ἐν τῷ ἔχοντι τοὺς λόγους. ἆῤ οὖν καὶ ἐπὶ τῶν ἄλλων ζῴων, ἐφ̓ ὧν πλῆθος ἐκ μιᾶς γενέσεως, τοσούτους τοὺς λόγους; ἢ οὐ φοβητέον τὸ ἐν τοῖς σπέρμασι καὶ τοῖς λόγοις ἄπειρον, ψυχῆς τὰ πάντα ἐχούσης. ἢ καὶ ἐν νῷ, ᾗ ἐν ψυχῇ τὸ ἄπειρον τούτων ἀνάπαλιν τῶν ἐκεῖ προχείρων.