Ancient Greek · ~12 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΑΠΟ ΤΟΥ ΠΡΩΤΟΥ ΤΑ ΜΕΤΑ ΤΟ ΠΡΩΤΟΝ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 5.2.1-2
Not analysed yet
εἰ μὲν οὖν αὐτονοῦς ἦν τὸ γεννῶν, νοῦ ἐνδεέστερον, προσεχέστερον δὲ νῷ καὶ ὅμοιον ἔδει εἶναι: ἐπεὶ δὲ ἐπέκεινα νοῦ τὸ γεννῶν, νοῦν εἶναι ἀνάγκη. διὰ τί δὲ οὐ νοῦς; ὅτι νοῦ ἐνέργειά ἐστι νόησις: νόησις δὲ τὸ νοητὸν ὁρῶσα καὶ πρὸς τοῦτο ἐπιστραφεῖσα καὶ ἀπ̓ ἐκείνου οἷον ἀποτελειουμένη ἀόριστος μὲν αὐτὴ ὥσπερ ὄψις, ὁριζομένη δὲ ὑπὸ τοῦ νοητοῦ. διὸ καὶ εἴρηται ἐκ τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνὸς τὰ εἴδη καὶ οἱ ἀριθμοί: τοῦτο γὰρ ὁ νοῦς. διὸ οὐχ ἁπλοῦς, ἀλλὰ πολλά, σύνθεσίν τε ἐμφαίνων, νοητὴν μέντοι, καὶ πολλὰ ὁρῶν ἤδη. ἔστι μὲν οὖν καὶ αὐτὸς νοητόν, ἀλλὰ καὶ νοῶν: διὸ δύο ἤδη. ἔστι δὲ καὶ ἄλλο τὸ μετ̓ αὐτὸ νοητόν. ἀλλὰ πῶς ἀπὸ τοῦ νοητοῦ ὁ νοῦς; οὕτως: τὸ νοητὸν ἐφ̓ ἑαυτοῦ μένον καὶ οὐκ ὂν ἐνδεές, ὥσπερ τὸ ὁρῶν καὶ τὸ νοοῦν —ἐνδεὲς δὲ λέγω τὸ νοοῦν ὡς πρὸς ἐκεῖνο —οὐκ ἔστιν οἷον ἀναίσθητον, ἀλλ̓ ἔστιν αὐτοῦ πάντα ἐν αὐτῷ καὶ σὺν αὐτῷ, πάντη διακριτικὸν ἑαυτοῦ, ζωὴ ἐν αὑτῷ καὶ πάντα ἐν αὑτῷ, καὶ ἡ κατανόησις αὐτοῦ αὐτὸ οἱονεὶ συναισθήσει οὖσα ἐν στάσει ἀιδίῳ καὶ νοήσει ἑτέρως ἢ κατὰ τὴν νοῦ νόησιν. εἴ τι οὖν μένοντος αὐτοῦ ἐν αὑτῷ γίνεται, ἀπ̓ αὐτοῦ τοῦτο γίνεται, ὅταν ἐκεῖνο μάλιστα ᾖ ὃ ἔστι. μένοντος οὖν αὐτοῦ ἐν τῷ οἰκείῳ ἤθει ἐξ αὐτοῦ μὲν τὸ γινόμενον γίνεται, μένοντος δὲ γίνεται. ἐπεὶ οὖν ἐκεῖνο μένει νοητόν, τὸ γινόμενον γίνεται νόησις: νόησις δὲ οὖσα καὶ νοοῦσα ἀφ̓ οὗ ἐγένετο —ἄλλο γὰρ οὐκ ἔχει —νοῦς γίγνεται, ἄλλο οἷον νοητὸν καὶ οἷον ἐκεῖνο καὶ μίμημα καὶ εἴδωλον ἐκείνου. ἀλλὰ πῶς μένοντος ἐκείνου γίνεται ἐνέργεια; ἡ μέν ἐστι τῆς οὐσίας, ἡ δ̓ ἐκ τῆς οὐσίας ἑκάστου: καὶ ἡ μὲν τῆς οὐσίας αὐτό ἐστιν ἐνεργείᾳ ἕκαστον, ἡ δὲ ἀπ̓ ἐκείνης, ἣν δεῖ παντὶ ἕπεσθαι ἐξ ἀνάγκης ἑτέραν οὖσαν αὐτοῦ: οἷον καὶ ἐπὶ τοῦ πυρὸς ἡ μέν τίς ἐστι συμπληροῦσα τὴν οὐσίαν θερμότης, ἡ δὲ ἀπ̓ ἐκείνης ἤδη γινομένη ἐνεργοῦντος ἐκείνου τὴν σύμφυτον τῇ οὐσίᾳ ἐν τῷ μένειν πῦρ. οὕτω δὴ κἀκεῖ: καὶ πολὺ πρότερον ἐκεῖ μένοντος αὐτοῦ ἐν τῷ οἰκείῳ ἤθει ἐκ τῆς ἐν αὐτῷ τελειότητος καὶ συνούσης ἐνεργείας ἡ γεννηθεῖσα ἐνέργεια ὑπόστασιν λαβοῦσα, ἅτε ἐκ μεγάλης δυνάμεως, μεγίστης μὲν οὖν ἁπασῶν, εἰς τὸ εἶναι καὶ οὐσίαν ἦλθεν: ἐκεῖνο γὰρ ἐπέκεινα οὐσίας ἦν. καὶ ἐκεῖνο μὲν δύναμις πάντων, τὸ δὲ ἤδη τὰ πάντα. εἰ δὲ τοῦτο τὰ πάντα, ἐκεῖνο ἐπέκεινα τῶν πάντων: ἐπέκεινα ἄρα οὐσίας: καὶ εἰ τὰ πάντα, πρὸ δὲ πάντων τὸ ἓν οὐ τὸ ἴσον ἔχον τοῖς πᾶσι, καὶ ταύτῃ δεῖ ἐπέκεινα εἶναι τῆς οὐσίας. τοῦτο δὲ καὶ νοῦ: ἐπέκεινα ἄρα τι νοῦ. τὸ γὰρ ὂν οὐ νεκρὸν οὐδὲ οὐ ζωὴ οὐδὲ οὐ νοοῦν: νοῦς δὴ καὶ ὂν ταὐτόν. οὐ γὰρ τῶν πραγμάτων ὁ νοῦς, ὥσπερ ἡ αἴσθησις τῶν αἰσθητῶν προόντων, ἀλλ̓ αὐτὸς νοῦς τὰ πράγματα, εἴπερ μὴ εἴδη αὐτῶν κομίζεται. πόθεν γάρ; ἀλλ̓ ἐνταῦθα μετὰ τῶν πραγμάτων καὶ ταὐτὸν αὐτοῖς καὶ ἕν: καὶ ἡ ἐπιστήμη δὲ ὅλη τῶν ἄνευ ὕλης τὰ πράγματα.