Ancient Greek · ~6 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΤΟ ΕΠΕΚΕΙΝΑ ΤΟΥ ΟΝΤΟΣ ΜΗ ΝΟΕΙΝ ΚΑΙ ΤΙ ΤΟ ΠΡΩΤΩΣ ΝΟΟΥΝ ΚΑΙ ΤΙ ΤΟ ΔΕΥΤΕΡΩΣ.
Plotinus, Enneades 5.4-4
Not analysed yet
ἔτι εἰ τὸ ἀγαθὸν ἁπλοῦν καὶ ἀνενδεὲς δεῖ εἶναι, οὐδ̓ ἂν τοῦ νοεῖν δέοιτο: οὗ δὲ μὴ δεῖ αὐτῷ, οὐ παρέσται αὐτῷ. ἐπεὶ καὶ ὅλως οὐδὲν πάρεστιν αὐτῷ. οὐκ ἄρα πάρεστιν αὐτῷ τὸ νοεῖν. καὶ νοεῖ οὐδέν, ὅτι μηδὲ ἄλλο. ἔτι ἄλλο νοῦς τοῦ ἀγαθοῦ: ἀγαθοειδὴς γὰρ τῷ τὸ ἀγαθὸν νοεῖν. ἔτι ὡς ἐν τοῖς δυσὶν ὄντος ἑνὸς καὶ ἄλλου οὐχ οἷόν τε τοῦτο τὸ μετ̓ ἄλλου τὸ ἓν εἶναι, ἀλλ̓ ἔδει ἓν ἐφ̓ ἑαυτοῦ πρὸ τοῦ μετ̓ ἄλλου εἶναι, οὕτω δεῖ καὶ οὐ μετ̓ ἄλλου τὸ ἓν ὑπάρχον ἁπλοῦν καθ̓ αὑτὸ τοῦτο εἶναι, οὐκ ἔχον οὐδὲν ἐν ἑαυτῷ τῶν ὅσα ἐν τῷ μετ̓ ἄλλων. πόθεν γὰρ ἐν ἄλλῳ ἄλλο, μὴ πρότερον χωρὶς ὄντος ἀφ̓ οὗ τὸ ἄλλο; τὸ μὲν γὰρ ἁπλοῦν οὐκ ἂν παῤ ἄλλου εἴη, ὃ δ̓ ἂν πολὺ ᾖ δύο, δεῖ αὐτὸ ἀνηρτῆσθαι εἰς ἄλλο. καὶ οὖν ἀπεικαστέον τὸ μὲν φωτί, τὸ δὲ ἐφεξῆς ἡλίῳ, τὸ δὲ τρίτον τῷ σελήνης ἄστρῳ κομιζομένῳ τὸ φῶς παῤ ἡλίου. ψυχὴ μὲν γὰρ ἐπακτὸν νοῦν ἔχει ἐπιχρωννύντα αὐτὴν νοερὰν οὖσαν, νοῦς δ̓ ἐν αὑτῷ οἰκεῖον ἔχει οὐ φῶς ὢν μόνον, ἀλλ̓ ὅ ἐστι πεφωτισμένον ἐν τῇ αὐτοῦ οὐσίᾳ, τὸ δὲ παρέχον τούτῳ τὸ φῶς οὐκ ἄλλο ὂν φῶς ἐστιν ἁπλοῦν παρέχον τὴν δύναμιν ἐκείνῳ τοῦ εἶναι ὃ ἔστι. τί ἂν οὖν αὐτὸ δέοιτό τινος; οὐ γὰρ αὐτὸ τὸ αὐτὸ τῷ ἐν ἄλλῳ: ἄλλο γὰρ τὸ ἐν ἄλλῳ ἐστὶ τοῦ αὐτὸ καθ̓ αὑτὸ ὄντος.