Ancient Greek · ~4 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΤΟ ΕΠΕΚΕΙΝΑ ΤΟΥ ΟΝΤΟΣ ΜΗ ΝΟΕΙΝ ΚΑΙ ΤΙ ΤΟ ΠΡΩΤΩΣ ΝΟΟΥΝ ΚΑΙ ΤΙ ΤΟ ΔΕΥΤΕΡΩΣ.
Plotinus, Enneades 5.5-3
Not analysed yet
ἔτι τὸ πολὺ ζητοῖ ἂν ἑαυτὸ καὶ ἐθέλοι ἂν συννεύειν καὶ συναισθάνεσθαι αὑτοῦ: ὃ δ̓ ἐστὶ πάντη ἕν, ποῦ χωρήσεται πρὸς αὑτό; ποῦ δ̓ ἂν δέοιτο συναισθήσεως; ἀλλ̓ ἔστι τὸ αὐτὸ καὶ συναισθήσεως καὶ πάσης κρεῖττον νοήσεως. τὸ γὰρ νοεῖν οὐ πρῶτον οὔτε τῷ εἶναι οὔτε τῷ τίμιον εἶναι, ἀλλὰ δεύτερον καὶ γενόμενον, ἐπειδὴ ὑπέστη τὸ ἀγαθὸν καὶ ἐκίνησε πρὸς αὑτό, τὸ δ̓ ἐκινήθη τε καὶ εἶδε. καὶ τοῦτ̓ ἔστι νοεῖν, κίνησις πρὸς ἀγαθὸν ἐφιεμένου ἐκείνου: ἡ γὰρ ἔφεσις τὴν νόησιν ἐγέννησε καὶ συνυπέστησεν αὑτῇ: ἔφεσις γὰρ ὄψεως ὅρασις. οὐδὲν οὖν δεῖ αὐτὸ τὸ ἀγαθὸν νοεῖν: οὐ γάρ ἐστιν ἄλλο αὑτοῦ τὸ ἀγαθόν. ἐπεὶ καὶ ὅταν τὸ ἕτερον παρὰ τὸ ἀγαθὸν αὑτὸ νοῇ, τῷ ἀγαθοειδὲς εἶναι νοεῖ καὶ ὁμοίωμα ἔχειν πρὸς τὸ ἀγαθὸν καὶ ὡς ἀγαθὸν καὶ ἐφετὸν αὑτῷ γενόμενον νοεῖ καὶ οἷον φαντασίαν τοῦ ἀγαθοῦ λαμβάνον. εἰ δ̓ ἀεὶ οὕτως, ἀεὶ τοῦτο. καὶ γὰρ αὖ ἐν τῇ νοήσει αὑτοῦ κατὰ συμβεβηκὸς αὑτὸ νοεῖ: πρὸς γὰρ τὸ ἀγαθὸν βλέπον αὑτὸ νοεῖ: ἐνεργοῦν γὰρ αὖ ἑαυτὸ νοεῖ: ἡ δ̓ ἐνέργεια ἁπάντων πρὸς τὸ ἀγαθόν.