Ancient Greek · ~5 min
Book 5, ΠΕΡΙ ʽΤΟΥ̓ ΝΟΥ ΚΑΙ ΤΩΝ ΙΔΕΩΝ ΚΑΙ ΤΟΥ ΟΝΤΟΣ.
Plotinus, Enneades 5.4-5
Not analysed yet
διὰ τί οὖν δεῖ ἐπὶ ψυχῇ ἀνιέναι, ἀλλ̓ οὐκ αὐτὴν εἶναι τίθεσθαι τὸ πρῶτον; ἢ πρῶτον μὲν νοῦς ψυχῆς ἕτερον καὶ κρεῖττον: τὸ δὲ κρεῖττον φύσει πρῶτον. οὐ γὰρ δή, ὡς οἴονται, ψυχὴ νοῦν τελειωθεῖσα γεννᾷ: πόθεν γὰρ τὸ δυνάμει ἐνεργείᾳ ἔσται, μὴ τοῦ εἰς ἐνέργειαν ἄγοντος αἰτίου ὄντος; εἰ γὰρ κατὰ τύχην, ἐνδέχεται μὴ ἐλθεῖν εἰς ἐνέργειαν. διὸ δεῖ τὰ πρῶτα ἐνεργείᾳ τίθεσθαι καὶ ἀπροσδεᾶ καὶ τέλεια: τὰ δὲ ἀτελῆ ὕστερα ἐκείνων, τελειούμενα δὲ παῤ αὐτῶν τῶν γεγεννηκότων δίκην πατέρων τελειούντων, ἃ κατ̓ ἀρχὰς ἀτελῆ ἐγέννησαν καὶ εἶναι μὲν ὕλην πρὸς τὸ ποιῆσαν τὸ πρῶτον, εἶτ̓ αὐτὴν ἔμμορφον ἀποτελεῖσθαι. εἰ δὲ δὴ καὶ ἐμπαθὴς ψυχή, δεῖ δέ τι ἀπαθὲς εἶναι —ἢ πάντα τῷ χρόνῳ ἀπολεῖται —δεῖ τι πρὸ ψυχῆς εἶναι. καὶ εἰ ἐν κόσμῳ ψυχή, ἐκτὸς δὲ δεῖ τι κόσμου εἶναι, καὶ ταύτῃ πρὸ ψυχῆς δεῖ τι εἶναι. εἰ γὰρ τὸ ἐν κόσμῳ τὸ ἐν σώματι καὶ ὕλῃ, οὐδὲν ταὐτὸν μένει: ὥστε ἄνθρωπος καὶ πάντες λόγοι οὐκ ἀίδιοι οὐδὲ οἱ αὐτοί. καὶ ὅτι μὲν νοῦν πρὸ ψυχῆς εἶναι δεῖ, ἐκ τούτων καὶ ἐξ ἄλλων πολλῶν ἄν τις θεωρήσειε.