Ancient Greek · ~12 min
Book 5, ΠΕΡΙ ʽΤΟΥ̓ ΝΟΥ ΚΑΙ ΤΩΝ ΙΔΕΩΝ ΚΑΙ ΤΟΥ ΟΝΤΟΣ.
Plotinus, Enneades 5.5.1-2
Not analysed yet
δεῖ δὲ νοῦν λαμβάνειν, εἴπερ ἐπαληθεύσομεν τῷ ὀνόματι, μὴ τὸν δυνάμει μηδὲ τὸν ἐξ ἀφροσύνης εἰς νοῦν ἐλθόντα —εἰ δὲ μή, ἄλλον πάλιν αὖ πρὸ αὐτοῦ ζητήσομεν —ἀλλὰ τὸν ἐνεργείᾳ καὶ ἀεὶ νοῦν ὄντα. εἰ δὲ μὴ ἐπακτὸν τὸ φρονεῖν ἔχει, εἴ τι νοεῖ, παῤ αὑτοῦ νοεῖ, καὶ εἴ τι ἔχει, παῤ αὑτοῦ ἔχει. εἰ δὲ παῤ αὑτοῦ καὶ ἐξ αὑτοῦ νοεῖ, αὐτός ἐστιν ἃ νοεῖ. εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλη, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ, αὐτὴ ἡ οὐσία αὐτοῦ ἀνόητος ἔσται: καὶ δυνάμει, οὐκ ἐνεργείᾳ αὖ. οὐ χωριστέον οὖν οὐδέτερον ἀπὸ θατέρου. ἔθος δὲ ἡμῖν ἀπὸ τῶν παῤ ἡμῖν κἀκεῖνα ταῖς ἐπινοίαις χωρίζειν. τί οὖν ἐνεργεῖ καὶ τί νοεῖ, ἵνα ἐκεῖνα αὐτὸν ἃ νοεῖ θώμεθα; ἢ δῆλον, ὅτι νοῦς ὢν ὄντως νοεῖ τὰ ὄντα καὶ ὑφίστησιν. ἔστιν ἄρα τὰ ὄντα. ἢ γὰρ ἑτέρωθι ὄντα αὐτὰ νοήσει, ἢ ἐν αὑτῷ ὡς αὐτὸν ὄντα. ἑτέρωθι μὲν οὖν ἀδύνατον: ποῦ γάρ; αὑτὸν ἄρα καὶ ἐν αὑτῷ. οὐ γὰρ δὴ ἐν τοῖς αἰσθητοῖς, ὥσπερ οἴονται. τὸ γὰρ πρῶτον ἕκαστον οὐ τὸ αἰσθητόν: τὸ γὰρ ἐν αὐτοῖς εἶδος ἐπὶ ὕλῃ εἴδωλον ὄντος, πᾶν τε εἶδος ἐν ἄλλῳ παῤ ἄλλου εἰς ἐκεῖνο ἔρχεται καὶ ἔστιν εἰκὼν ἐκείνου. εἰ δὲ καὶ ποιητὴν δεῖ εἶναι τοῦδε τοῦ παντός, οὐ τὰ ἐν τῷ μήπω ὄντι οὗτος νοήσει, ἵνα αὐτὸ ποιῇ. πρὸ τοῦ κόσμου ἄρα δεῖ εἶναι ἐκεῖνα, οὐ τύπους ἀφ̓ ἑτέρων, ἀλλὰ καὶ ἀρχέτυπα καὶ πρῶτα καὶ νοῦ οὐσίαν. εἰ δὲ λόγους φήσουσιν ἀρκεῖν, ἀιδίους δῆλον: εἰ δὲ ἀιδίους καὶ ἀπαθεῖς, ἐν νῷ δεῖ εἶναι καὶ τοιούτῳ καὶ προτέρῳ ἕξεως καὶ φύσεως καὶ ψυχῆς: δυνάμει γὰρ ταῦτα. ὁ νοῦς ἄρα τὰ ὄντα ὄντως, οὐχ οἷά ἐστιν ἄλλοθι νοῶν: οὐ γὰρ ἔστιν οὔτε πρὸ αὐτοῦ οὔτε μετ̓ αὐτόν: ἀλλὰ οἷον νομοθέτης πρῶτος, μᾶλλον δὲ νόμος αὐτὸς τοῦ εἶναι. ὀρθῶς ἄρα ʽτὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναἰ, καὶ ἡ τῶν ἄνευ ὕλης ἐπιστήμη ταὐτὸν τῷ πράγματι, καὶ τὸ ʽἐμαυτὸν ἐδιζησάμην̓ ὡς ἓν τῶν ὄντων: καὶ αἱ ἀναμνήσεις δέ: οὐδὲν γὰρ ἔξω τῶν ὄντων οὐδ̓ ἐν τόπῳ, μένει δὲ ἀεὶ ἐν αὑτοῖς μεταβολὴν οὐδὲ φθορὰν δεχόμενα: διὸ καὶ ὄντως ὄντα. ἢ γιγνόμενα καὶ ἀπολλύμενα ἐπακτῷ χρήσεται τῷ ὄντι, καὶ οὐκέτ̓ ἐκεῖνα, ἀλλ̓ ἐκεῖνο τὸ ὂν ἔσται. τὰ μὲν δὴ αἰσθητὰ μεθέξει ἐστὶν ἃ λέγεται τῆς ὑποκειμένης φύσεως μορφὴν ἰσχούσης ἄλλοθεν: οἷον χαλκὸς παρὰ ἀνδριαντοποιικῆς καὶ ξύλον παρὰ τεκτονικῆς διὰ εἰδώλου τῆς τέχνης εἰς αὐτὰ ἰούσης, τῆς δὲ τέχνης αὐτῆς ἔξω ὕλης ἐν ταυτότητι μενούσης καὶ τὸν ἀληθῆ ἀνδριάντα καὶ κλίνην ἐχούσης. οὕτω δὴ καὶ ἐπὶ τῶν σωμάτων. καὶ τόδε τὸ πᾶν ἰνδαλμάτων μετέχον ἕτερα αὐτῶν δείκνυσι τὰ ὄντα, ἄτρεπτα μὲν ὄντα ἐκεῖνα, αὐτὰ δὲ τρεπόμενα, ἱδρυμένα τε ἐφ̓ ἑαυτῶν, οὐ τόπου δεόμενα: οὐ γὰρ μεγέθη: νοερὰν δὲ καὶ αὐτάρκη ἑαυτοῖς ὑπόστασιν ἔχοντα. σωμάτων γὰρ φύσις σώζεσθαι παῤ ἄλλου θέλει, νοῦς δὲ ἀνέχων θαυμαστῇ φύσει τὰ παῤ αὑτῶν πίπτοντα ὅπου ἱδρυθῇ αὐτὸς οὐ ζητεῖ.