Ancient Greek · ~14 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΝΟΗΤΟΥ ΚΑΛΛΟΥΣ.
Plotinus, Enneades 5.4.1
Not analysed yet
καὶ γὰρ τὸ ῥεῖα ζώειν ἐκεῖ, καὶ ἀλήθεια δὲ αὐτοῖς καὶ γενέτειρα καὶ τροφὸς καὶ οὐσία καὶ τροφή, καὶ ὁρῶσι τὰ πάντα, οὐχ οἷς γένεσις πρόσεστιν, ἀλλ̓ οἷς οὐσία, καὶ ἑαυτοὺς ἐν ἄλλοις: διαφανῆ γὰρ πάντα καὶ σκοτεινὸν οὐδὲ ἀντίτυπον οὐδέν, ἀλλὰ πᾶς παντὶ φανερὸς εἰς τὸ εἴσω καὶ πάντα: φῶς γὰρ φωτί. καὶ γὰρ ἔχει πᾶς πάντα ἐν αὑτῷ, καὶ αὖ ὁρᾷ ἐν ἄλλῳ πάντα, ὥστε πανταχοῦ πάντα καὶ πᾶν πᾶν καὶ ἕκαστον πᾶν καὶ ἄπειρος ἡ αἴγλη: ἕκαστον γὰρ αὐτῶν μέγα, ἐπεὶ καὶ τὸ μικρὸν μέγα: καὶ ἥλιος ἐκεῖ πάντα ἄστρα, καὶ ἕκαστον ἥλιος αὖ καὶ πάντα. ἐξέχει δ̓ ἐν ἑκάστῳ ἄλλο, ἐμφαίνει δὲ καὶ πάντα. ἔστι δὲ καὶ κίνησις καθαρά: οὐ γὰρ συγχεῖ αὐτὴν ἰοῦσαν ὃ κινεῖ ἕτερον αὐτῆς ὑπάρχον: καὶ ἡ στάσις οὐ παρακινουμένη, ὅτι μὴ μέμικται τῷ μὴ στασίμῳ: καὶ τὸ καλὸν καλόν, ὅτι μὴ ἐν τῷ καλῷ. βέβηκε δὲ ἕκαστος οὐκ ἐπ’ ἀλλοτρίας οἷον γῆς, ἀλλ̓ ἔστιν ἑκάστῳ ἐν ᾧ ἐστιν αὐτὸ ὃ ἔστι, καὶ συνθεῖ αὐτῷ οἷον πρὸς τὸ ἄνω ἰόντι τὸ ὅθεν ἐστί, καὶ οὐκ αὐτὸς μὲν ἄλλο, ἡ χώρα δὲ αὐτοῦ ἄλλο. καὶ γὰρ τὸ ὑποκείμενον νοῦς καὶ αὐτὸς νοῦς: οἷον εἴ τις καὶ τοῦτον τὸν οὐρανὸν τὸν ὁρώμενον φωτοειδῆ ὄντα τοῦτο τὸ φῶς τὸ ἐξ αὐτοῦ φῦναι νοήσειεν. ἐνταῦθα μὲν οὖν ἐκ μέρους ἄλλο ἄλλου γένοιτ̓ ἂν καὶ εἴη ἂν μόνον ἕκαστον μέρος, ἐκεῖ δὲ ἐξ ὅλου ἀεὶ ἕκαστον καὶ ἅμα ἕκαστον καὶ ὅλον: φαντάζεται μὲν γὰρ μέρος, ἐνορᾶται δὲ τῷ ὀξεῖ ὅλον, οἷον εἴ τις γένοιτο τὴν ὄψιν τοιοῦτος, οἷος ὁ Λυγκεὺς ἐλέγετο καὶ τὰ εἴσω τῆς γῆς ὁρᾶν τοῦ μύθου τοὺς ἐκεῖ αἰνιττομένου ὀφθαλμούς. τῆς δὲ ἐκεῖ θέας οὔτε κάματός ἐστιν, οὔτ̓ ἐστὶ πλήρωσις εἰς τὸ παύσασθαι θεωμένῳ: οὔτε γὰρ κένωσις ἦν, ἵνα ἥκων εἰς πλήρωσιν καὶ τέλος ἀρκεσθῇ, οὔτε τὸ μὲν ἄλλο, τὸ δ̓ ἄλλο, ἵνα ἑτέρῳ τῶν ἐν αὐτῷ τὰ τοῦ ἑτέρου μὴ ἀρέσκοντα ᾖ, ἄτρυτά τε τὰ ἐκεῖ. ἀλλ̓ ἔστι τὸ ἀπλήρωτον τῷ μὴ τὴν πλήρωσιν καταφρονεῖν ποιεῖν τοῦ πεπληρωκότος: ὁρῶν γὰρ μᾶλλον ὁρᾷ καὶ καθορῶν ἄπειρον αὑτὸν καὶ τὰ ὁρώμενα συνέπεται τῇ ἑαυτοῦ φύσει. καὶ ἡ ζωὴ μὲν οὐδενὶ κάματον ἔχει, ὅταν ᾖ καθαρά: τὸ δ̓ ἄριστα ζῶν τί ἂν κάμοι; ἡ δὲ ζωὴ σοφία, σοφία δὲ οὐ πορισθεῖσα λογισμοῖς, ὅτι ἀεὶ ἦν πᾶσα καὶ ἐλλείπουσα οὐδενί, ἵνα ζητήσεως δεηθῇ: ἀλλ̓ ἔστιν ἡ πρώτη καὶ οὐκ ἀπ̓ ἄλλης: καὶ ἡ οὐσία αὐτὴ σοφία, ἀλλ̓ οὐκ αὐτός, εἶτα σοφός. διὰ τοῦτο δὲ οὐδεμία μείζων, καὶ ἡ αὐτοεπιστήμη ἐνταῦθα πάρεδρος τῷ νῷ τῷ συμπροφαίνεσθαι, οἷον λέγουσι κατὰ μίμησιν καὶ τῷ Διὶ τὴν Δίκην. πάντα γὰρ τὰ τοιαῦτα ἐκεῖ οἷον ἀγάλματα παῤ αὑτῶν ἐνορώμενα, ὥστε θέαμα εἶναι ὑπερευδαιμόνων θεατῶν. τῆς μὲν οὖν σοφίας τὸ μέγεθος καὶ τὴν δύναμιν ἄν τις κατίδοι, ὅτι μετ̓ αὐτῆς ἔχει καὶ πεποίηκε τὰ ὄντα πάντα καὶ πάντα ἠκολούθησε καὶ ἔστιν αὐτὴ τὰ ὄντα καὶ συνεγένετο αὐτῇ, καὶ ἓν ἄμφω, καὶ ἡ οὐσία ἡ ἐκεῖ σοφία. ἀλλ̓ ἡμεῖς εἰς σύνεσιν οὐκ ἤλθομεν, ὅτι καὶ τὰς ἐπιστήμας θεωρήματα καὶ συμφόρησιν νενομίκαμεν προτάσεων εἶναι: τὸ δὲ οὐδ̓ ἐν ταῖς ἐνταῦθα ἐπιστήμαις. εἰ δέ τις περὶ τούτων ἀμφισβητεῖ, ἐατέον ταύτας ἐν τῷ παρόντι: περὶ δὲ τῆς ἐκεῖ ἐπιστήμης, ἣν δὴ καὶ ὁ Πλάτων κατιδών φησιν ʽοὐδ̓ ἥτις ἐστὶν ἄλλη ἐν ἄλλᾠ, ὅπως δέ, εἴασε ζητεῖν καὶ ἀνευρίσκειν, εἴπερ ἄξιοι τῆς προσηγορίας φαμὲν εἶναι. ἴσως οὖν βέλτιον ἐντεῦθεν τὴν ἀρχὴν ποιήσασθαι.