Ancient Greek · ~6 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΝΟΗΤΟΥ ΚΑΛΛΟΥΣ.
Plotinus, Enneades 5.5-4
Not analysed yet
πάντα δὴ τὰ γινόμενα, εἴτε τεχνητὰ εἴτε φυσικὰ εἴη, σοφία τις ποιεῖ, καὶ ἡγεῖται τῆς ποιήσεως πανταχοῦ σοφία. ἀλλ̓ εἰ δή τις κατ̓ αὐτὴν τὴν σοφίαν ποιεῖ, ἔστωσαν μὲν αἱ τέχναι τοιαῦται. ἀλλ̓ ὁ τεχνίτης πάλιν αὖ εἰς σοφίαν φυσικὴν ἔρχεται, καθ̓ ἣν γεγένηται, οὐκέτι συντεθεῖσαν ἐκ θεωρημάτων, ἀλλ̓ ὅλην ἕν τι, οὐ τὴν συγκειμένην ἐκ πολλῶν εἰς ἕν, ἀλλὰ μᾶλλον ἀναλυομένην εἰς πλῆθος ἐξ ἑνός. εἰ μὲν οὖν ταύτην τις πρώτην θήσεται, ἀρκεῖ: οὐκέτι γὰρ ἐξ ἄλλου οὖσα οὐδ̓ ἐν ἄλλῳ. εἰ δὲ τὸν μὲν λόγον ἐν τῇ φύσει, τούτου δὲ ἀρχὴν φήσουσι τὴν φύσιν, πόθεν ἕξει φήσομεν: καὶ εἰ ἐξ ἄλλου, ἐκεῖνο; εἰ μὲν ἐξ αὑτοῦ, στησόμεθα: εἰ δὲ εἰς νοῦν ἥξουσιν, ἐνταῦθα ὀπτέον, εἰ ὁ νοῦς ἐγέννησε τὴν σοφίαν: καὶ εἰ φήσουσι, πόθεν; εἰ δὲ ἐξ αὑτοῦ, ἀδύνατον ἄλλως ἢ αὐτὸν ὄντα σοφίαν. ἡ ἄρα ἀληθινὴ σοφία οὐσία, καὶ ἡ ἀληθινὴ οὐσία σοφία, καὶ ἡ ἀξία τῇ οὐσίᾳ παρὰ τῆς σοφίας, καί, ὅτι παρὰ τῆς σοφίας, οὐσία ἀληθής. διὸ καὶ ὅσαι οὐσίαι σοφίαν οὐκ ἔχουσι τῷ μὲν διὰ σοφίαν τινὰ γεγονέναι οὐσίαι, τῷ δὲ μὴ ἔχειν ἐν αὑταῖς σοφίαν οὐκ ἀληθιναὶ οὐσίαι. οὐ τοίνυν δεῖ νομίζειν ἐκεῖ ἀξιώματα ὁρᾶν τοὺς θεοὺς οὐδὲ τοὺς ἐκεῖ ὑπερευδαίμονας, ἀλλ̓ ἕκαστα τῶν λεγομένων ἐκεῖ καλὰ ἀγάλματα, οἷα ἐφαντάζετό τις ἐν τῇ σοφοῦ ἀνδρὸς ψυχῇ εἶναι, ἀγάλματα δὲ οὐ γεγραμμένα, ἀλλὰ ὄντα. διὸ καὶ τὰς ἰδέας ὄντα ἔλεγον εἶναι οἱ παλαιοὶ καὶ οὐσίας.