Ancient Greek · ~9 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΤΟ ΕΠΕΚΕΙΝΑ ΤΟΥ ΟΝΤΟΣ ΜΗ ΝΟΕΙΝ ΚΑΙ ΤΙ ΤΟ ΠΡΩΤΩΣ ΝΟΟΥΝ ΚΑΙ ΤΙ ΤΟ ΔΕΥΤΕΡΩΣ.
Plotinus, Enneades 5.6-3
Not analysed yet
εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, οὐκ ἂν ἔχοι χώραν νοήσεως ἡντινοῦν τὸ ἀγαθόν: ἄλλο γὰρ δεῖ τῷ νοοῦντι τὸ ἀγαθὸν εἶναι. ἀνενέργητον οὖν. καὶ τί δεῖ ἐνεργεῖν τὴν ἐνέργειαν; ὅλως μὲν γὰρ οὐδεμία ἐνέργεια ἔχει αὖ πάλιν ἐνέργειαν: εἰ δέ γε ταῖς ἄλλαις ταῖς εἰς ἄλλο ἐχούσαις ἐπανενεγκεῖν, τήν γε πρώτην ἁπασῶν, εἰς ἣν αἱ ἄλλαι ἀνήρτηνται, αὐτὸ εἶναι δεῖ τοῦτο ὃ ἔστιν οὐδὲν ἔτι αὐτῇ προστιθέντας. ἡ οὖν τοιαύτη ἐνέργεια οὐ νοήσις: οὐ γὰρ ἔχει ὃ νοήσει: αὐτὸ γὰρ πρῶτον. ἔπειτα οὐδ̓ ἡ νόησις νοεῖ, ἀλλὰ τὸ ἔχον τὴν νόησιν. δύο οὖν πάλιν αὖ ἐν τῷ νοοῦντι γίνεται: τοῦτο δὲ οὐδαμῇ δύο. ἔτι δὲ μᾶλλον ἴδοι ἄν τις τοῦτο, εἰ λάβοι σαφέστερον, πῶς ἐν παντὶ τῷ νοοῦντι ὑπάρχει ἡ διπλῆ φύσις αὕτη. λέγομεν τὰ ὄντα ὡς ὄντα καὶ αὐτὸ ἕκαστον καὶ τὰ ἀληθῶς ὄντα ἐν τῷ νοητῷ τόπῳ εἶναι οὐ μόνον, ὅτι τὰ μὲν μένει ὡσαύτως τῇ οὐσίᾳ, τὰ δὲ ῥεῖ καὶ οὐ μένει, ὅσα ἐν αἰσθήσει —τάχα γὰρ καὶ ἐν τοῖς αἰσθητοῖς ἐστι τὰ μένοντα —ἀλλὰ μᾶλλον, ὅτι τὸ τέλειον τοῦ εἶναι παῤ αὑτῶν ἔχει. δεῖ γὰρ τὴν πρώτως λεγομένην οὐσίαν οὐκ εἶναι τοῦ εἶναι σκιάν, ἀλλ̓ ἔχειν πλῆρες τὸ εἶναι. πλῆρες δέ ἐστι τὸ εἶναι, ὅταν εἶδος τοῦ νοεῖν καὶ ζῆν λάβῃ. ὁμοῦ ἄρα τὸ νοεῖν, τὸ ζῆν, τὸ εἶναι ἐν τῷ ὄντι. εἰ ἄρα ὄν, καὶ νοῦς, καὶ εἰ νοῦς, καὶ ὄν, καὶ τὸ νοεῖν ὁμοῦ μετὰ τοῦ εἶναι. πολλὰ ἄρα καὶ οὐχ ἓν τὸ νοεῖν. ἀνάγκη τοίνυν τῷ μὴ τοιούτῳ μηδὲ τὸ νοεῖν εἶναι. καὶ καθ̓ ἕκαστα δὲ ἐπιοῦσιν ἄνθρωπος καὶ νόησις ἵππου καὶ ἵππος καὶ δικαίου νόησις καὶ δίκαιον. διπλᾶ τοίνυν ἅπαντα καὶ τὸ ἓν δύο, καὶ αὖ τὰ δύο εἰς ἓν ἔρχεται: ὃ δὲ οὐκ ἔστι τούτων, οὐδ̓ ἓν ἕκαστον οὐδὲ ἐκ πάντων τῶν δύο οὐδ̓ ὅλως δύο. ὅπως δὲ τὰ δύο ἐκ τοῦ ἑνός, ἐν ἄλλοις. ἀλλ̓ ἐπέκεινα οὐσίας ὄντι καὶ τοῦ νοεῖν ἐπέκεινα εἶναι: οὐ τοίνυν οὐδ̓ εκεῖνο ἄτοπον, εἰ μὴ οἶδεν ἑαυτόν: οὐ γὰρ ἔχει παῤ ἑαυτῷ, ὃ μάθῃ, εἷς ὤν, ἀλλ̓ οὐδὲ τὰ ἄλλα δεῖ αὐτὸν εἰδέναι. κρεῖττον γάρ τι καὶ μεῖζον δίδωσιν αὐτοῖς τοῦ εἰδέναι αὐτὰ ἦν τὸ ἀγαθὸν τῶν ἄλλων, ἀλλὰ μᾶλλον ἐν τῷ αὐτῷ καθ̓ ὅσον δύναται ἐφάπτεσθαι ἐκείνου.