Ancient Greek · ~11 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΝΟΗΤΟΥ ΚΑΛΛΟΥΣ.
Plotinus, Enneades 5.7.1-2
Not analysed yet
τοῦτο δὴ τὸ πᾶν; ἐπείπερ συγχωροῦμεν παῤ ἄλλου αὐτὸ εἶναι καὶ τοιοῦτον εἶναι, ἆρα οἰωμεθα τὸν ποιητὴν αὐτοῦ ἐπινοῆσαι παῤ αὑτῷ γῆν καὶ ταύτην ἐν μέσῳ δεῖν στῆναι, εἶτα ὕδωρ καὶ ἐπὶ τῇ γῇ τοῦτο καὶ τὰ ἄλλα ἐν τάξει μέχρι τοῦ οὐρανοῦ, εἶτα ζῷα πάντα καὶ τούτοις μορφὰς τοιαύτας ἑκάστῳ, ὅσαι νῦν εἰσι, καὶ τὰ ἔνδον ἑκάστοις σπλάγχνα καὶ τὰ ἔξω μέρη, εἶτα διατιθέντα ἕκαστα παῤ αὑτῷ οὕτως ἐπιχειρεῖν τῷ ἔργῳ; ἀλλ̓ οὔτε ἡ ἐπίνοια δυνατὴ ἡ τοιαύτη: πόθεν γὰρ ἐπῆλθεν οὐπώποτε ἑωρακότι; οὔτε ἐξ ἄλλου λαβόντι δυνατὸν ἦν ἐργάσασθαι, ὅπως νῦν οἱ δημιουργοὶ ποιοῦσι χερσὶ καὶ ὀργάνοις χρώμενοι: ὕστερον γὰρ καὶ χεῖρες καὶ πόδες. λείπεται τοίνυν εἶναι μὲν πάντα ἐν ἄλλῳ, οὐδενὸς δὲ μεταξὺ ὄντος τῇ ἐν τῷ ὄντι πρὸς ἄλλο γειτονείᾳ οἷον ἐξαίφνης ἀναφανῆναι ἴνδαλμα καὶ εἰκόνα ἐκείνου εἴτε αὐτόθεν εἴτε ψυχῆς διακονησαμένης —διαφέρει γὰρ οὐδὲν ἐν τῷ παρόντι —ἢ ψυχῆς τινος. ἀλλ̓ οὖν ἐκεῖθεν ἦν σύμπαντα ταῦτα, καὶ καλλιόνως ἐκεῖ: τὰ γὰρ τῇδε μέμικται, καὶ οὐκ ἐκεῖνα μέμικται. ἀλλ̓ οὖν εἴδεσι κατέσχηται ἐξ ἀρχῆς εἰς τέλος: πρῶτον μὲν ἡ ὕλη τοῖς τῶν στοιχείων εἴδεσιν, εἶτα ἐπὶ εἴδεσιν εἴδη ἄλλα, εἶτα πάλιν ἕτερα: ὅθεν καὶ χαλεπὸν εὑρεῖν τὴν ὕλην ὑπὸ πολλοῖς εἴδεσι κρυφθεῖσαν. ἐπεὶ δὲ καὶ αὕτη εἶδός τι ἔσχατον, πᾶν εἶδος τόδε καὶ πάντα εἴδη: τὸ γὰρ παράδειγμα εἶδος ἦν: ἐποίει τόδε ἀψοφητί, ὅτι πᾶν τὸ ποιῆσαν καὶ οὐσία καὶ εἶδος: διὸ ἄπονος καὶ οὕτως ἡ δημιουργία. καὶ παντὸς δὲ ἦν, ὡς ἂν πᾶν. οὐ τοίνυν ἦν τὸ ἐμποδίζον, καὶ νῦν δὲ ἐπικρατεῖ καίτοι ἄλλων ἄλλοις ἐμποδίων γινομένων: ἀλλ̓ οὐκ αὐτῇ οὐδὲ νῦν: μένει γὰρ ὡς πᾶν. δοκεῖ δέ μοι, ὅτι καί, εἰ ἡμεῖς ἀρχέτυπα καὶ οὐσία καὶ εἴδη ἅμα καὶ τὸ εἶδος τὸ ποιοῦν ἐνταῦθα ἦν ἡμῶν οὐσία, ἐκράτησεν ἂν ἄνευ πόνων ἡ ἡμετέρα δημιουργία, καίτοι καὶ ἄνθρωπος δημιουργεῖ εἶδος αὑτοῦ ἄλλο ὅ ἐστι γενόμενος. ἀπέστη γὰρ τοῦ εἶναι τὸ πᾶν νῦν ἄνθρωπος γενόμενος: παυσάμενος δὲ τοῦ ἄνθρωπος εἶναι ʽμετεωροπορεἶ φησι ʽκαὶ πάντα τὸν κόσμον διοικεἶ: γενόμενος γὰρ τοῦ ὅλου τὸ ὅλον ποιεῖ. ἀλλ̓ οὗ χάριν ὁ λόγος, ὅτι ἔχεις μὲν σὺ αἰτίαν εἰπεῖν δἰ ἣν ἐν μέσῳ ἡ γῆ καὶ διὰ τί στρογγύλη καὶ ὁ λοξὸς διὰ τί ὡδί, ἐκεῖ δὲ οὔ, διότι οὕτως ἐχρῆν, διὰ τοῦτο οὕτω βεβούλευται, ἀλλ̓ ὅτι οὕτως ἔχει ὡς ἔστι, διὰ τοῦτο καὶ ταῦτα ἔχει καλῶς: οἷον εἰ πρὸ τοῦ συλλογισμοῦ τῆς αἰτίας τὸ συμπέρασμα, οὐ παρὰ τῶν προτάσεων: οὐδὲ γὰρ ἐξ ἀκολουθίας οὐδ̓ ἐξ ἐπινοίας, ἀλλὰ πρὸ ἀκολουθίας καὶ πρὸ ἐπινοίας: ὕστερα γὰρ ταῦτα πάντα, καὶ λόγος καὶ ἀπόδειξις καὶ πίστις. ἐπεὶ γὰρ ἀρχή, αὐτόθεν πάντα ταῦτα καὶ ὧδε: καὶ τὸ μὴ ζητεῖν αἰτίας ἀρχῆς οὕτω καλῶς λέγεται, καὶ τῆς τοιαύτης ἀρχῆς τῆς τελείας, ἥτις ταὐτὸν τῷ τέλει: ἥτις δὲ ἀρχὴ καὶ τέλος, αὕτη τὸ πᾶν ὁμοῦ καὶ ἀνελλιπής.