Ancient Greek · ~6 min
Book 5, ΠΕΡΙ ΤΟΥ ΝΟΗΤΟΥ ΚΑΛΛΟΥΣ.
Plotinus, Enneades 5.8-3
Not analysed yet
καλὸν οὖν πρώτως, καὶ ὅλον δὲ καὶ πανταχοῦ ὅλον, ἵνα μηδὲ μέρει ἀπολείπηται τῷ καλῷ ἐλλείπειν. τίς οὖν οὐ φήσει καλόν; οὐ γὰρ δὴ ὃ μὴ ὅλον αὐτό, ἀλλ̓ ὃ μέρος ἔχον ἢ μηδέ τι αὐτοῦ ἔχον. ἢ εἰ μὴ ἐκεῖνο καλόν, τί ἂν ἄλλο; τὸ γὰρ πρὸ αὐτοῦ οὐδὲ καλὸν ἐθέλει εἶναι: τὸ δὲ πρώτως εἰς θέαν παρελθὸν τῷ εἶδος εἶναι καὶ θέαμα νοῦ τούτῳ καὶ ἀγαστὸν ὀφθῆναι. διὸ καὶ Πλάτων τοῦτο σημῆναι θέλων εἴς τι τῶν ἐναργεστέρων ὡς πρὸς ἡμᾶς ἀποδεξάμενον ποιεῖ τὸν δημιουργὸν τὸ ἀποτελεσθὲν διὰ τούτου ἐνδείξασθαι θέλων τὸ τοῦ παραδείγματος καὶ τῆς ἰδέας κάλλος ὡς ἀγαστόν. πᾶν γὰρ τὸ κατ̓ ἄλλο ποιηθὲν ὅταν τις θαυμάσῃ, ἐπ’ ἐκεῖνο ἔχει τὸ θαῦμα, καθ̓ ὅ ἐστι πεποιημένον. εἰ δ̓ ἀγνοεῖ ὃ πάσχει, θαῦμα οὐδέν: ἐπεὶ καὶ οἱ ἐρῶντες καὶ ὅλως οἱ τὸ τῇδε κάλλος τεθαυμακότες ἀγνοοῦσιν, ὅτι δἰ ἐκεῖνο: δἰ ἐκεῖνο γάρ. ὅτι δὲ εἰς τὸ παράδειγμα ἀνάγει τὸ ἠγάσθη, δῆλον ποιεῖ ἐπίτηδες τὸ ἑξῆς τῆς λέξεως λαβών: εἶπε γὰρ ʽἠγάσθη τε καὶ ἔτι μᾶλλον πρὸς τὸ παράδειγμα αὐτὸ ἐβουλήθη ἀφομοιῶσαἰ, τὸ κάλλος τοῦ παραδείγματος οἷόν ἐστιν ἐνδεικνύμενος διὰ τοῦ ἐκ τούτου τὸ γενόμενον καλὸν καὶ αὐτὸ ὡς εἰκόνα ἐκείνου εἰπεῖν: ἐπεὶ καὶ εἰ μὴ ἐκεῖνο ἦν τὸ ὑπέρκαλον κάλλει ἀμηχάνῳ, τί ἂν τούτου τοῦ ὁρωμένου ἦν κάλλιον; ὅθεν οὐκ ὀρθῶς οἱ μεμφόμενοι τούτῳ, εἰ μὴ ἄρα καθ̓ ὅσον μὴ ἐκεῖνό ἐστι.