Ancient Greek · ~7 min
Book 5, ΟΤΙ ΟΥΚ ΕΞΩ ΤΟΥ ΝΟΥ ΤΑ ΝΟΗΤΑ ΚΑΙ ΠΕΡΙ ΤΑΓΑΘΟΥ.
Plotinus, Enneades 5.8-2
Not analysed yet
ὥστε ἀπορεῖν, ὅθεν ἐφάνη, ἔξωθεν ἢ ἔνδον, καὶ ἀπελθόντος εἰπεῖν ʽἔνδον ἄρα ἦν καὶ οὐκ ἔνδον αὖ. ἢ οὐ δεῖ ζητεῖν πόθεν: οὐ γάρ ἐστι τὸ πόθεν: οὔτε γὰρ ἔρχεται οὔτε ἄπεισιν οὐδαμοῦ, ἀλλὰ φαίνεταί τε καὶ οὐ φαίνεται: διὸ οὐ χρὴ διώκειν, ἀλλ̓ ἡσυχῇ μένειν, ἕως ἂν φανῇ, παρασκευάσαντα ἑαυτὸν θεατὴν εἶναι, ὥσπερ ὀφθαλμὸς ἀνατολὰς ἡλίου περιμένει: ὁ δὲ ὑπερφανεὶς τοῦ ὁρίζοντος —ἐξ ὠκεανοῦ φασιν οἱ ποιηταί —ἔδωκεν ἑαυτὸν θεάσασθαι τοῖς ὄμμασιν. οὑτοσὶ δέ, ὃν μιμεῖται ὁ ἥλιος, ὑπερσχήσει πόθεν; καὶ τί ὑπερβαλὼν φανήσεται; ἢ αὐτὸν ὑπερσχὼν τὸν νοῦν τὸν θεώμενον: ἑστήξεται μὲν γὰρ ὁ νοῦς πρὸς τὴν θέαν εἰς οὐδὲν ἄλλο ἢ πρὸς τὸ καλὸν βλέπων, ἐκεῖ ἑαυτὸν πᾶς τρέπων καὶ διδούς, στὰς δὲ καὶ οἷον πληρωθεὶς μένους εἶδε μὲν τὰ πρῶτα καλλίω γενόμενον ἑαυτὸν καὶ ἐπιστίλβοντα, ὡς ἐγγὺς ὄντος αὐτοῦ. ὁ δὲ οὐκ ᾔει, ὥς τις προσεδόκα, ἀλλ̓ ἦλθεν ὡς οὐκ ἐλθών: ὤφθη γὰρ ὡς οὐκ ἐλθών, ἀλλὰ πρὸ ἁπάντων παρών, πρὶν καὶ τὸν νοῦν ἐλθεῖν. εἶναι δὲ τὸν νοῦν τὸν ἐλθόντα καὶ τοῦτον εἶναι καὶ τὸν ἀπιόντα, ὅτι μὴ οἶδε ποῦ μένειν δεῖ καὶ ποῦ ἐκεῖνος μένει, ὅτι ἐν οὐδενί. καὶ εἰ οἷόν τε ἦν καὶ αὐτῷ τῷ νῷ μένειν μηδαμοῦ, οὐχ ὅτι ἐν τόπῳ: οὐδὲ γὰρ οὐδ̓ αὐτὸς ἐν τόπῳ, ἀλλ̓ ὅλως οὐδαμοῦ: ἦν ἂν ἀεὶ ἐκεῖνον βλέπων: καίτοι οὐδὲ βλέπων, ἀλλ̓ ἓν ἐκείνῳ ὢν καὶ οὐ δύο. νῦν δέ, ὅτι ἐστὶ νοῦς, οὕτω βλέπει, ὅτε βλέπει, τῷ ἑαυτοῦ μὴ νῷ. θαῦμα δή, πῶς οὐκ ἐλθὼν πάρεστι, καὶ πῶς οὐκ ὢν οὐδαμοῦ οὐκ ἔστιν ὅπου μὴ ἔστιν. ἔστι μὲν οὖν οὑτωσὶ αὐτόθεν θαυμάσαι, τῷ δὲ γνόντι, τὸ ἐναντίον εἴπερ ἦν, θαυμάσαι: μᾶλλον δὲ οὐδὲ δυνατὸν εἶναι, ἵνα τις καὶ θαυμάσῃ. ἔχει δὲ ὧδε.