Ancient Greek · ~10 min
Book 5, ΟΤΙ ΟΥΚ ΕΞΩ ΤΟΥ ΝΟΥ ΤΑ ΝΟΗΤΑ ΚΑΙ ΠΕΡΙ ΤΑΓΑΘΟΥ.
Plotinus, Enneades 5.9-3
Not analysed yet
πᾶν τὸ γενόμενον ὑπ’ ἄλλου ἢ ἐν ἐκείνῳ ἐστὶ τῷ πεποιηκότι, ἢ ἐν ἄλλῳ, εἴπερ εἴη τι μετὰ τὸ ποιῆσαν αὐτό: ἅτε γὰρ γενόμενον ὑπ’ ἄλλου καὶ πρὸς τὴν γένεσιν δεηθὲν ἄλλου, ἄλλου δεῖται πανταχοῦ: διόπερ καὶ ἐν ἄλλῳ. πέφυκεν οὖν τὰ μὲν ὕστατα ἐν τοῖς πρὸ αὐτῶν ὑστάτοις, τὰ δ̓ ἐν πρώτοις ἐν τοῖς προτέροις καὶ ἄλλο ἐν ἄλλῳ, ἕως εἰς τὸ πρῶτον ἀρχῆς. ἀρχὴ δέ, ἅτε μηδὲν ἔχουσα πρὸ αὑτῆς, οὐκ ἔχει ἐν ὅτῳ ἄλλῳ: μὴ ἔχουσα δ̓ ἐν ὅτῳ αὕτη τῶν ἄλλων ὄντων ἐν τοῖς πρὸ αὐτῶν τὰ ἄλλα περιείληφε πάντα αὐτή: περιλαβοῦσα δὲ οὔτ̓ ἐσκεδάσθη εἰς αὐτὰ καὶ ἔχει οὐκ ἐχομένη. ἔχουσα δὴ καὶ αὐτὴ οὐκ ἐχομένη οὐκ ἔστιν ὅπου μὴ ἔστιν: εἰ γὰρ μὴ ἔστιν, οὐκ ἔχει. εἰ δὲ μὴ ἔχεται, οὐκ ἔστιν: ὥστε ἔστι καὶ οὐκ ἔστι, τῷ μὲν μὴ περιέχεσθαι οὐκ οὖσα, τῷ δ̓ εἶναι παντὸς ἐλευθέρα οὐδαμοῦ κωλυομένη εἶναι: εἰ γὰρ αὖ κεκώλυται, ὥρισται ὑπ’ ἄλλου καὶ τὰ ἐφεξῆς ἄμοιρα αὐτοῦ καὶ μέχρι τούτου ὁ θεὸς καὶ οὐδ̓ ἂν ἔτι ἐφ̓ ἑαυτοῦ, ἀλλὰ δουλεύων τοῖς μετ̓ αὐτόν. τὰ μὲν οὖν ἔν τινι ἐκεῖ ἔστιν, οὗ ἔστιν: ὅσα δὲ μὴ ποῦ, οὐκ ἔστιν ὅπου μή. εἰ γὰρ μὴ ἐνθαδί, δῆλον ὅτι ἄλλος αὐτὸν κατέχει τόπος, καὶ ἐνθαδί, ἐν ἄλλῳ: ὥστε ψεῦδος τὸ οὐ ποῦ. εἰ οὖν ἀληθὲς τὸ οὐ ποῦ καὶ ψεῦδος τὸ ποῦ, ἵνα μὴ ἐν ἄλλῳ, οὐδενὸς ἂν ἀποστατοῖ. εἰ δὲ μηδενὸς ἀποστατεῖ οὐ ποῦ ὤν, πανταχοῦ ἔσται ἐφ̓ ἑαυτοῦ. οὐδὲ γὰρ τὸ μέν τι αὐτοῦ ὡδί, τὸ δὲ ὡδί: οὐ μὴν οὐδ̓ ὅλον ὡδί: ὥστε ὅλον πανταχοῦ οὐδενὸς ἔχοντος αὐτὸ οὐδ̓ αὖ μὴ ἔχοντος: ἐχομένου ἄρα ὁτουοῦν. ὅρα δὲ καὶ τὸν κόσμον, ὅτι, ἐπεὶ μηδεὶς κόσμος πρὸ αὐτοῦ, οὐκ ἐν κόσμῳ αὐτὸς οὐδ̓ αὖ ἐν τόπῳ: τίς γὰρ τόπος πρὶν κόσμον εἶναι; τὰ δὲ μέρη ἀνηρτημένα εἰς αὐτὸν καὶ ἐν ἐκείνῳ. ψυχὴ δὲ οὐκ ἐν ἐκείνῳ, ἀλλ̓ ἐκεῖνος ἐν αὐτῇ: οὐδὲ γὰρ τόπος τὸ σῶμα τῇ ψυχῇ, ἀλλὰ ψυχὴ μὲν ἐν νῷ, σῶμα δὲ ἐν ψυχῇ, νοῦς δὲ ἐν ἄλλῳ: τούτου δὲ οὐκέτι ἄλλο, ἵν̓ ἂν ἦν ἐν αὐτῷ: οὐκ ὲν ὁτῳοῦν ἄρα. ταύτῃ οὖν οὐδαμοῦ. ποῦ οὖν τὰ ἄλλα; ἐν αὐτῷ. οὔτε ἄρα ἀφέστηκε τῶν ἄλλων οὔτε αὐτὸς ἐν αὐτοῖς ἐστιν οὐδὲ ἔστιν οὐδὲν ἔχον αὐτό, ἀλλ̓ αὐτὸ ἔχει τὰ πάντα. διὸ καὶ ταύτῃ ἀγαθὸν τῶν πάντων, ὅτι καὶ ἔστι καὶ ἀνήρτηται πάντα εἰς αὐτὸ ἄλλο ἄλλως. διὸ καὶ ἀγαθώτερα ἕτερα ἑτέρων, ὅτι καὶ μᾶλλον ὄντα ἕτερα ἑτέρων.