Ancient Greek · ~10 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.1-7
Not analysed yet
Ἆῤ ἔστι καὶ ἐπὶ θεῶν εἴ τί ἐστιν ἐπ’ αὐτοῖς ζητεῖν, ἢ ἐν ἀνθρώπων ἀδυναμίαις τε καὶ ἀμφισβητησίμοις δυνάμεσι τὸ τοιοῦτον ἂν πρέποι ζητεῖν, θεοῖς δὲ τὰ πάντα δύνασθαι ἐπιτρεπτέον, καὶ ἐπ’ αὐτοῖς οὐ μόνον τί, ἀλλὰ καὶ πάντα εἶναι; ἢ τὴν δύναμιν δὴ πᾶσαν καὶ τὸ ἐπ’ αὐτῷ δὴ πάντα ἑνὶ ἐπιτρεπτέον, τοῖς δ̓ ἄλλοις τὰ μὲν οὕτως, τὰ δ̓ ἐκείνως ἔχειν, καί τισιν ἑκατέρως; ἢ καὶ ταῦτα μὲν ζητητέον, τολμητέον δὲ καὶ ἐπὶ τῶν πρώτων καὶ τοῦ ἄνω ὑπὲρ πάντα ζητεῖν τὸ τοιοῦτον, πῶς τὸ ἐπ’ αὐτῷ, κἂν πάντα συγχωρῶμεν δύνασθαι. καίτοι καὶ τὸ δύνασθαι τοῦτο σκεπτέον πῶς ποτε λέγεται, μήποτε οὕτως τὸ μὲν δύναμιν, τὸ δ̓ ἐνέργειαν φήσομεν, καὶ ἐνέργειαν μέλλουσαν. ἀλλὰ ταῦτα μὲν ἐν τῷ παρόντι ἀναβλητέον, πρότερον δὲ ἐφ̓ ἡμῶν αὐτῶν, ἐφ̓ ὧν καὶ ζητεῖν ἔθος, εἴ τι ἐφ̓ ἡμῖν ὂν τυγχάνει. πρῶτον ζητητέον τί ποτε δεῖ τὸ ἐφ̓ ἡμῖν εἶναί τι λέγειν: τοῦτο δ̓ ἐστὶ τίς ἔννοια τοῦ τοιούτου: οὕτω γὰρ ἄν πως γνωσθείη, εἰ καὶ ἐπὶ θεοὺς καὶ ἔτι μᾶλλον ἐπὶ θεὸν ἁρμόζει μεταφέρειν ἢ οὐ μετενεκτέον ἢ μετενεκτέον μέν, ζητητέον δέ, πῶς τὸ ἐπ’ αὐτοῖς τοῖς τε ἄλλοις καὶ ἐπὶ τῶν πρώτων. τί τοίνυν νοοῦντες τὸ ἐφ̓ ἡμῖν λέγομεν καὶ διὰ τί ζητοῦντες; ἐγὼ μὲν οἶμαι, ἐν ταῖς ἐναντίαις κινούμενοι τύχαις τε καὶ ἀνάγκαις καὶ παθῶν ἰσχυραῖς προσβολαῖς τὴν ψυχὴν κατεχούσαις, ἅπαντα ταῦτα κύρια νομίσαντες εἶναι καὶ δουλεύοντες αὐτοῖς καὶ φερόμενοι ᾗ ἐκεῖνα ἄγει, μή ποτε οὐδέν ἐσμεν οὐδέ τί ἐστιν ἐφ̓ ἡμῖν ἠπορήσαμεν, ὡς τούτου ἐσομένου ἂν ἐφ̓ ἡμῖν, ὃ μὴ τύχαις δουλεύοντες μηδὲ ἀνάγκαις μηδὲ πάθεσιν ἰσχυροῖς πράξαιμεν ἂν βουληθέντες οὐδενὸς ἐναντιουμένου ταῖς βουλήσεσιν. εἰ δὲ τοῦτο, εἴη ἂν ἡ ἔννοια τοῦ ἐφ̓ ἡμῖν, ὃ τῇ βουλήσει δουλεύει καὶ παρὰ τοσοῦτον ἂν γένοιτο ἢ μή, παῤ ὅσον βουληθείημεν ἄν. ἑκούσιον μὲν γὰρ πᾶν, ὃ μὴ βίᾳ μετὰ τοῦ εἰδέναι, ἐφ̓ ἡμῖν δέ, ὃ καὶ κύριοι πρᾶξαι: καὶ συνθέοι μὲν ἂν πολλαχοῦ ἄμφω καὶ τοῦ λόγου αὐτῶν ἑτέρου ὄντος, ἔστι δ̓ οὗ καὶ διαφωνήσειεν ἄν: οἷον εἰ κύριος ἦν τοῦ ἀποκτεῖναι, ἦν ἂν οὐχ ἑκούσιον αὐτῷ πεπραχότι, εἰ τὸν πατέρα ἠγνόει τοῦτον εἶναι: τάχα δ̓ ἂν κἀκεῖνο διαφωνοῖ ἔχοντι τὸ ἐφ̓ ἑαυτῷ. δεῖ δὴ καὶ τὴν εἴδησιν ἐν τῷ ἑκουσίῳ οὐκ ἐν τοῖς καθ̓ ἕκαστα μόνον εἶναι, ἀλλὰ καὶ ὅλως. διὰ τί γάρ, εἰ μὲν ἀγνοεῖ, ὅτι φίλιος, ἀκούσιον, εἰ δὲ ἀγνοεῖ, ὅτι μὴ δεῖ, οὐκ ἀκούσιον; εἰ δ̓ ὅτι ἔδει μανθάνειν, οὐχ ἑκούσιον τὸ μὴ εἰδέναι, ὅτι ἔδει μανθάνειν, ἢ τὸ ἀπάγον ἀπὸ τοῦ μανθάνειν.