Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.2-5
Not analysed yet
ἀλλ̓ ἐκεῖνο ζητητέον: τοῦτο δὴ τὸ ἀναφερόμενον εἰς ἡμᾶς ὡς ἐφ̓ ἡμῖν ὑπάρχον τίνι δεῖ διδόναι; ἢ γὰρ τῇ ὁρμῇ καὶ ᾑτινιοῦν ὀρέξει, οἷον ὃ θυμῷ πράττεται ἢ ἐπιθυμίᾳ ἢ λογισμῷ τοῦ συμφέροντος μετ̓ ὀρέξεως, ἢ μὴ πράττεται. ἀλλ̓ εἰ μὲν θυμῷ καὶ ἐπιθυμίᾳ, καὶ παισὶ καὶ θηρίοις τὸ ἐπ’ αὐτοῖς τι εἶναι δώσομεν καὶ μαινομένοις καὶ ἐξεστηκόσι καὶ φαρμάκοις ἁλοῦσι καὶ ταῖς προσπιπτούσαις φαντασίαις, ὧν οὐ κύριοι: εἰ δὲ λογισμῷ μετ̓ ὀρέξεως, ἆρα καὶ πεπλανημένῳ τῷ λογισμῷ; ἢ τῷ ὀρθῷ λογισμῷ καὶ τῇ ὀρθῇ ὀρέξει. καίτοι καὶ ἐνταῦθα ζητήσειεν ἄν τις, πότερα ὁ λογισμὸς τὴν ὄρεξιν ἐκίνησεν, ἢ τοῦτον ἡ ὄρεξις. καὶ γὰρ εἰ κατὰ φύσιν αἱ ὀρέξεις, εἰ μὲν ὡς ζῴου καὶ τοῦ συνθέτου, ἠκολούθησεν ἡ ψυχὴ τῇ τῆς φύσεως ἀνάγκῃ: εἰ δὲ ὡς ψυχῆς μόνης, πολλὰ τῶν νῦν ἐφ̓ ἡμῖν λεγομένων ἔξω ἂν τούτου γένοιτο. εἶτα καί τις λογισμὸς ψιλὸς πρόεισι τῶν παθημάτων ἥ τε φαντασία ἀναγκάζουσα ἥ τε ὄρεξις ἐφ̓ ὅ τι ἂν ἄγῃ ἕλκουσα πῶς ἐν τούτοις κυρίους ποιεῖ; πῶς δ̓ ὅλως κύριοι, οὗ ἀγόμεθα; τὸ γὰρ ἐνδεὲς ἐξ ἀνάγκης πληρώσεως ὀρεγόμενον οὐκ ἔστι κύριον τοῦ ἐφ̓ ὃ παντελῶς ἄγεται. πῶς δ̓ ὅλως αὐτό τι παῤ αὑτοῦ, ὃ παῤ ἄλλου καὶ ἀρχὴν εἰς ἄλλο ἔχει κἀκεῖθεν γεγένηται οἷόν ἐστι; κατ̓ ἐκεῖνο γὰρ ζῇ καὶ ὡς πέπλασται: ἢ οὕτω γε καὶ τὰ ἄψυχα ἕξει τὸ ἐπ’ αὐτοῖς τι εἰληφέναι: ποιεῖ γὰρ ὡς γεγένηται καὶ τὸ πῦρ. εἰ δ̓ ὅτι γινώσκει καὶ τὸ ζῷον καὶ ἡ ψυχὴ ὃ ποιεῖ, εἰ μὲν αἰσθήσει, τίς ἡ προσθήκη πρὸς τὸ ἐπ’ αὐτοῖς εἶναι; οὐ γὰρ ἡ αἴσθησις πεποίηκε τοῦ ἔργου κύριον ἰδοῦσα μόνον: εἰ δὲ γνώσει, εἰ μὲν γνώσει τοῦ ποιουμένου, καὶ ἐνταῦθα οἶδε μόνον, ἄλλο δὲ ἐπὶ τὴν πρᾶξιν ἄγει. εἰ δὲ καὶ παρὰ τὴν ὄρεξιν ὁ λόγος ποιεῖ ἢ ἡ γνῶσις καὶ κρατεῖ, εἰς τί ἀναφέρει ζητητέον, καὶ ὅλως ποῦ τοῦτο συμβαίνει: καὶ εἰ μὲν αὐτὸς ἄλλην ὄρεξιν ποιεῖ, πῶς ληπτέον: εἰ δὲ τὴν ὄρεξιν παύσας ἔστη καὶ ἐνταῦθα τὸ ἐφ̓ ἡμῖν, οὐκ ἐν πράξει τοῦτο ἔσται, ἀλλ̓ ἐν νῷ στήσεται τοῦτο: ἐπεὶ καὶ τὸ ἐν πράξει πᾶν, κἂν κρατῇ ὁ λόγος, μικτὸν καὶ οὐ καθαρὸν δύναται τὸ ἐφ̓ ἡμῖν ἔχειν.