Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.11
Not analysed yet
ἀλλ̓ εἰ ταῦτα οὕτως, διὰ τί πλείω εἴδη ποιότητος, καὶ ἕξεις καὶ διαθέσεις ἄλλο; οὐ γὰρ διαφορὰ ποιότητος τὸ μόνιμον καὶ τὸ μή, ἀλλ̓ ἀρκεῖ ἡ διάθεσις ὁπωσοῦν ἔχουσα πρὸς τὸ παρασχέσθαι ποιόν: προσθήκη δ̓ ἔξωθεν τὸ μένειν: εἰ μή τις λέγοι τὰς μὲν διαθέσεις μόνον ἀτελεῖς οἷον μορφάς, τὰς δὲ ἕξεις τελείας. ἀλλ̓ εἰ ἀτελεῖς, οὔπω ποιότητες: εἰ δ̓ ἤδη ποιότητες, προσθήκη τὸ μόνιμον. αἱ δὲ φυσικαὶ δυνάμεις πῶς ἕτερον εἶδος; εἰ μὲν γὰρ κατὰ τὰς δυνάμεις ποιότητες, οὐκ ἐφαρμόττει πάσαις τὸ τῆς δυνάμεως, ὡς εἴρηται: εἰ δὲ τῷ διακεῖσθαι τὸν φύσει πυκτικὸν ποιὸν λέγομεν, οὐδὲν ἡ δύναμις προστεθεῖσα ποιεῖ, ἐπεὶ καὶ ἐν ταῖς ἕξεσι δύναμις. ἔπειτα διὰ τί ὁ κατὰ δύναμιν τοῦ κατὰ ἐπιστήμην διοίσει; ἤ, εἰ ποιοί, οὐδὲ διαφοραὶ ποιότητος αὗται, εἰ ὁ μὲν μελετήσας ἔχοι, ὁ δὲ φύσει, ἀλλ̓ ἔξωθεν ἡ διαφορά: κατ̓ αὐτὸ δὲ τὸ εἶδος τῆς πυκτικῆς πῶς; καὶ εἰ αἱ μὲν ἐκ πάθους, αἱ δὲ οὔ: οὐ γὰρ διαφέρει τὸ πόθεν ἡ ποιότης: λέγω δὲ ποιότητος παραλλαγαῖς καὶ διαφοραῖς. ἔχοι δ̓ ἂν ζήτησιν καί, εἰ ἐκ πάθους αἵδε, αἱ μὲν οὕτως, αἱ δὲ μὴ τῶν αὐτῶν, πῶς ἐν εἴδει τῷ αὐτῷ: καὶ εἰ αἱ μὲν τῷ γεγονέναι, αἱ δὲ τῷ ποιεῖν, ὁμωνύμως ἂν εἶεν. τί δὲ ἡ περὶ ἕκαστον μορφή; εἰ μὲν γὰρ καθ̓ ὃ εἶδός ἐστιν ἕκαστον, οὐ ποιόν: εἰ δὲ καθ̓ ὃ καλὸν μετὰ τὸ τοῦ ὑποκειμένου εἶδος ἢ αἰσχρόν, λόγον ἂν ἔχοι. τὸ δὲ τραχὺ καὶ τὸ λεῖον καὶ τὸ ἀραιὸν καὶ τὸ πυκνὸν οὐκ ὀρθῶς ἂν λέγοιτο ποιά: οὐ γὰρ δὴ ταῖς διαστάσεσι ταῖς ἀπ̓ ἀλλήλων καὶ ἐγγὺς τὸ μανὸν καὶ τὸ πυκνὸν καὶ τραχύτης, καὶ οὐ πανταχοῦ ἐξ ἀνωμαλίας θέσεως καὶ ὁμαλότητος: εἰ δὲ καὶ ἐκ τούτων, οὐδὲν κωλύει καὶ ὡς ποιὰ εἶναι. τὸ δὲ κοῦφον καὶ βαρὺ γνωσθὲν δηλώσει, ὅπου δεῖ αὐτὰ θεῖναι. εἴη δ̓ ἂν καὶ ὁμωνυμία περὶ τὸ κοῦφον, εἰ μὴ τῷ σταθμῷ λέγοιτο τοῦ πλείονος καὶ ἐλάττονος, ἐν ᾧ καὶ τὸ ἰσχνὸν καὶ τὸ λεπτόν, ὃ ἐν ἄλλῳ εἴδει παρὰ τὰ τέτταρα.