Ancient Greek · ~13 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.12.1
Not analysed yet
ἀλλ̓ εἰ μὴ οὕτω τις ἀξιώσειε τὸ ποιὸν διαιρεῖν, τίνι ἂν διέλοι; ἐπισκεπτέον οὖν, εἰ δεῖ τὰς μὲν σώματος λέγοντα, τὰς δὲ ψυχῆς, τοῦ δὲ σώματος μερίζειν κατὰ τὰς αἰσθήσεις, τὰς μὲν ὄψει λέγοντα, τὰς δ̓ ἀκοῇ ἢ γεύσει, ἄλλας ὀσφρήσει ἢ ἁφῇ. τὰς δὲ τῆς ψυχῆς πῶς; ἐπιθυμητικοῦ, θυμοειδοῦς, λογιστικοῦ. ἢ ταῖς διαφοραῖς τῶν ἐνεργειῶν, αἳ γίνονται κατ̓ αὐτάς, ὅτι γεννητικαὶ αὗται τούτων. ἢ τῷ ὠφελίμῳ καὶ βλαβερῷ: καὶ πάλιν διαιρετέον τὰς ὠφελείας καὶ τὰς βλάβας. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν σωματικῶν τῷ ποιεῖν διάφορα τῷ ὠφελίμῳ καὶ βλαβερῷ: οἰκεῖαι γὰρ διαφοραὶ ποιότητος. ἢ γὰρ δοκεῖ ἡ ὠφέλεια καὶ τὸ βλάβος ἀπὸ τῆς ποιότητος καὶ ποιοῦ ἢ ζητητέον τρόπον ἄλλον. ἐπισκεπτέον δέ, πῶς καὶ ὁ ποιὸς ὁ κατὰ τὴν ποιότητα ἐν τῇ αὐτῇ ἔσται: οὐ γὰρ δὴ ἓν γένος ἀμφοῖν: καὶ εἰ ὁ πυκτικὸς ἐν ποιότητι, πῶς οὐ καὶ ὁ ποιητικός; καὶ εἰ τοῦτο, καὶ τὸ ποιητικόν: ὥστε οὐδὲν δεῖ εἰς τὸ πρός τι τὸ ποιητικὸν οὐδ̓ αὖ τὸ παθητικόν, εἰ ὁ παθητικὸς ποιός. καὶ ἴσως βέλτιον ἐνταῦθα ὁ ποιητικός, εἰ κατὰ δύναμιν λέγεται: ἡ δὲ δύναμις ποιότης: εἰ δὲ κατ̓ οὐσίαν ἡ δύναμις, ᾗ δύναμις, οὐδ̓ οὕτω πρός τι οὐδὲ ποιὸν ἔτι. οὐδὲ γὰρ ὡς τὸ μεῖζον τὸ ποιητικόν: τὸ γὰρ μεῖζον τὴν ὑπόστασιν, καθ̓ ὃ μεῖζον, πρὸς τὸ ἔλαττον, τὸ δὲ ποιητικὸν τῷ τοιόνδε εἶναι ἤδη. ἀλλ̓ ἴσως κατὰ μὲν τὸ τοιόνδε ποιόν, ᾗ δὲ δύναται εἰς ἄλλο ποιητικὸν λεγόμενον πρός τι. διὰ τί οὖν οὐ καὶ ὁ πυκτικὸς πρός τι, καὶ ἡ πυκτικὴ αὐτή; πρὸς ἄλλο γὰρ ὅλως ἡ πυκτική: καὶ γὰρ οὐδὲν αὐτῆς θεώρημα, ὃ μὴ πρὸς ἄλλο. καὶ περὶ τῶν ἄλλων δὲ τεχνῶν ἢ τῶν πλείστων ἐπισκεπτέον καὶ λεκτέον ἴσως: ᾗ μὲν διατιθεῖσι τὴν ψυχήν, ποιότητες, ᾗ δὲ ποιοῦσι, ποιητικαὶ καὶ κατὰ τοῦτο πρὸς ἄλλο καὶ πρός τι: ἐπεὶ καὶ ἄλλον τρόπον πρός τι, καθ̓ ὃ ἕξεις λέγονται. ἆῤ οὖν ἄλλη τις ὑπόστασις κατὰ τὸ ποιητικὸν τοῦ ποιητικοῦ οὐκ ἄλλου τινὸς ὄντος ἢ καθ̓ ὅσον ποιόν; τάχα μὲν γὰρ ἄν τις ἐπὶ τῶν ἐμψύχων καὶ ἔτι μᾶλλον ἐπὶ τῶν προαίρεσιν ἐχόντων τῷ νενευκέναι πρὸς τὸ ποιεῖν ὑπόστασιν εἶναι καὶ κατὰ τὸ ποιητικόν: ἐπὶ δὲ τῶν ἀψύχων δυνάμεων, ἃς ποιότητας εἴπομεν, τί τὸ ποιητικόν; ἢ ὅταν συντύχῃ αὐτῷ ἄλλο, ἀπέλαυσε καὶ μετέλαβε παῤ ἐκείνου οὗ ἔχει. εἰ δὲ τὸ αὐτὸ καὶ ποιεῖ εἰς ἄλλο καὶ πάσχει, πῶς ἔτι τὸ ποιητικόν; ἐπεὶ καὶ τὸ μεῖζον τρίπηχυ ὂν καθ̓ αὑτὸ καὶ μεῖζον καὶ ἔλαττον ἐν τῇ συντυχίᾳ τῇ πρὸς ἄλλο. ἀλλ̓ ἐρεῖ τις τὸ μεῖζον καὶ ἔλαττον μεταλήψει μεγέθους καὶ σμικρότητος: ἢ καὶ τοῦτο μεταλήψει ποιητικοῦ καὶ παθητικοῦ. ζητητέον δὲ καὶ ἐνταῦθα καὶ εἰ αἱ τῇδε ποιότητες καὶ αἱ ἐκεῖ ὑφ̓ ἕν: τοῦτο δὲ πρὸς τοὺς τιθεμένους κἀκεῖ. ἢ κἂν μὴ εἴδη τις διδῷ, ἀλλὰ νοῦν λέγων εἰ ἕξιν λέγοι, εἰ κοινόν τι ἐπ’ ἐκείνης καὶ ταύτης τῆς ἕξεως. καὶ σοφία δὲ συγχωρεῖται. ἢ εἰ ὁμώνυμος πρὸς τὴν ἐνταῦθα, οὐκ ἠρίθμηται δηλονότι ἐν τούτοις: εἰ δὲ συνωνύμως, ἔσται τὸ ποιὸν κοινὸν ἐνταῦθα κἀκεῖ, εἰ μή τις τὰ ἐκεῖ λέγοι πάντα οὐσίας: καὶ τὸ νοεῖν τοίνυν. ἀλλὰ τοῦτο κοινὸν καὶ πρὸς τὰς ἄλλας κατηγορίας, εἰ τὸ διττὸν ὧδε κἀκεῖ, ἢ ὑφ̓ ἓν ἄμφω.