Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.11-2
Not analysed yet
περὶ δὲ ποσοῦ καὶ ποσότητος, ὡς ἐν ἀριθμῷ δεῖ τίθεσθαι καὶ μεγέθει, καθ̓ ὅσον τοσοῦτον ἕκαστον, ὅ ἐστιν ἐν ἀριθμῷ τῶν ἐνύλων καὶ διαστήματι τοῦ ὑποκειμένου —οὐ γὰρ περὶ χωριστοῦ ποσοῦ ὁ λόγος, ἀλλ̓ ὃ ποιεῖ τρίπηχυ εἶναι τὸ ξύλον, καὶ ἡ πεμπὰς ἡ ἐπὶ τοῖς ἵπποις —εἴρηται πολλάκις, ὅτι ταῦτα ποσὰ μόνον λεκτέον, τόπον δὲ καὶ χρόνον μὴ κατὰ τὸ ποσὸν νενοῆσθαι, ἀλλὰ τὸν μὲν χρόνον τῷ μέτρον κινήσεως εἶναι καὶ τῷ πρός τι δοτέον αὐτόν, τὸν δὲ τόπον σώματος περιεκτικόν, ὡς καὶ τοῦτον ἐν σχέσει καὶ τῷ πρός τι κεῖσθαι: ἐπεὶ καὶ ἡ κίνησις συνεχὴς καὶ οὐκ ἐν ποσῷ ἐτέθη. μέγα δὲ καὶ μικρὸν διὰ τί οὐκ ἐν ποσῷ; ποσότητι γάρ τινι μέγα τὸ μέγα, καὶ τὸ μέγεθος δὲ οὐ τῶν πρός τι, ἀλλὰ τὸ μεῖζον καὶ τὸ ἔλαττον τῶν πρός τι: πρὸς γὰρ ἕτερον, ὥσπερ καὶ τὸ διπλάσιον. διὰ τί οὖν ὄρος μικρόν, κέγχρος δὲ μεγάλη; ἢ πρῶτον μὲν ἀντὶ τοῦ μικρότερον λέγεται. εἰ γὰρ πρὸς τὰ ὁμογενῆ ὁμολογεῖται καὶ παῤ αὐτῶν εἰρῆσθαι, ὁμολογεῖται, ὅτι ἀντὶ τοῦ μικρότερον λέγεται, καὶ μεγάλη κέγχρος οὐχ ἁπλῶς λεγομένη μεγάλη, ἀλλὰ κέγχρος μεγάλη. τοῦτο δὲ ταὐτὸν τῶν ὁμογενῶν: τῶν δὲ ὁμογενῶν κατὰ φύσιν ἂν λέγοιτο μείζων. ἔπειτα διὰ τί οὐ καὶ τὸ καλὸν λέγοιτο ἂν τῶν πρός τι; ἀλλά φαμεν καλὸν μὲν καθ̓ ἑαυτὸ καὶ ποιόν, κάλλιον δὲ τῶν πρός τι: καίτοι καὶ καλὸν λεγόμενον φανείη ἂν πρὸς ἄλλο αἰσχρόν, οἷον ἀνθρώπου κάλλος πρὸς θεῶν: ʽπιθήκων̓, φησίν, ʽὁ κάλλιστος αἰσχρὸς συμβάλλειν ἑτέρῳ γένεἰ: ἀλλ̓ ἐφ̓ ἑαυτοῦ μὲν καλόν, πρὸς ἄλλο δὲ ἢ κάλλιον ἢ τοὐναντίον. καὶ ἐνταῦθα τοίνυν ἐφ̓ ἑαυτοῦ μὲν μέγα μεγέθους, πρὸς ἄλλο δὲ οὐ τοιοῦτον: ἢ ἀναιρετέον τὸ καλόν, ὅτι ἄλλο κάλλιον αὐτοῦ. οὕτω τοίνυν οὐδ̓ ἀναιρετέον τὸ μέγα, ὅτι ἔστι τι μεῖζον αὐτοῦ: ἐπεὶ οὐδὲ τὸ μεῖζον ὅλως ἂν εἴη μὴ μεγάλου ὄντος, ὥσπερ οὐδὲ κάλλιον μὴ καλοῦ.