Ancient Greek · ~7 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.12-2
Not analysed yet
ἀπολειπτέον τοίνυν καὶ ἐναντιότητα εἶναι περὶ τὸ ποσόν: αἱ γὰρ ἔννοιαι τὴν ἐναντιότητα συγχωροῦσιν, ὅταν μέγα λέγωμεν καὶ ὅταν μικρόν, ἐναντίας τὰς φαντασίας ποιοῦσαι, ὥσπερ ὅταν πολλὰ καὶ ὀλίγα: καὶ γὰρ τὰ παραπλήσια περὶ τοῦ ὀλίγα καὶ πολλὰ λεκτέον. πολλοὶ γὰρ οἱ ἐν τῇ οἰκίᾳ ἀντὶ τοῦ πλείους: τοῦτο δὲ πρὸς ἄλλο: καὶ ὀλίγοι ἐν τῷ θεάτρῳ ἀντὶ τοῦ ἐλάττους. καὶ δεῖ ὅλως τὰ πολλὰ πολὺ λέγειν πλῆθος ἐν ἀριθμῷ: πλῆθος δὲ πῶς τῶν πρός τι; τοῦτο δὲ ταὐτὸν τῷ ἐπέκτασις ἀριθμοῦ, τὸ δὲ ἐναντίον συστολή. τὸ δ̓ αὐτὸ καὶ ἐπὶ τοῦ συνεχοῦς τῆς ἐννοίας τὸ συνεχὲς προαγούσης εἰς τὸ πόρρω. ποσὸν μὲν οὖν, ὅταν τὸ ἓν προέλθῃ, καὶ τὸ σημεῖον. ἀλλ̓ ἐὰν μὲν ταχὺ στῇ ἑκάτερον, τὸ μὲν ὀλίγον, τὸ δὲ μικρόν: ἐὰν δ̓ ἡ πρόοδος προιοῦσα μὴ παύσηται ταχύ, τὸ μὲν πολύ, τὸ δὲ μέγα. τίς οὖν ὅρος; τίς δὲ καλοῦ; θερμοῦ δέ; καὶ ἔνι θερμότερον καὶ ἐνταῦθα. ἀλλὰ λέγεται τὸ μὲν θερμότερον πρός τι, τὸ δὲ θερμὸν ἁπλῶς ποιόν: ὅλως δὲ λόγον τινά, ὥσπερ καλοῦ, οὕτω καὶ μεγάλου εἶναι, ὃς μεταληφθεὶς μέγα ποιεῖ, ὥσπερ καλὸν ὁ τοῦ καλοῦ. ἐναντιότης τοίνυν κατὰ ταῦτα περὶ τὸ ποσόν: κατὰ γὰρ τὸν τόπον οὐκέτι, ὅτι μὴ τοῦ ποσοῦ: ἐπεὶ καί, εἰ τοῦ ποσοῦ ἦν ὁ τόπος, οὐκ ἦν ἐναντίον τὸ ἄνω τινὶ μὴ ὄντος τοῦ κάτω ἐν τῷ παντί. ἐν δὲ τοῖς μέρεσι τὸ ἄνω καὶ κάτω λεγόμενον ἄλλο οὐδὲν ἂν σημαίνοι ἢ ἀνωτέρω καὶ κατωτέρω καὶ ὅμοιον τῷ δεξιὸν καὶ ἀριστερόν: ταῦτα δὲ τῶν πρός τι. συλλαβῇ δὲ καὶ λόγῳ συμβαίνει ποσοῖς εἶναι καὶ ὑποκεῖσθαι τῷ ποσῷ. φωνὴ γὰρ ποσή: αὕτη δὲ κίνησίς τις. εἰς κίνησιν οὖν ὅλως ἀνακτέον, ὡσπερ καὶ τὴν πρᾶξιν.