Ancient Greek · ~13 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 6.11.1
Not analysed yet
ἐπισκεπτέον δέ, πῶς ἐν τῷ ὄντι τὸ ἕν, καὶ πῶς ὁ λεγόμενος μερισμὸς καὶ ὅλως ὁ τῶν γενῶν, καὶ εἰ ὁ αὐτὸς ἢ ἄλλος ἑκάτερος. πρῶτον οὖν, πῶς ὅλως ἓν ἕκαστον ὁτιοῦν λέγεται καὶ ἔστιν, εἶτα εἰ ὁμοίως καὶ ἐν τῷ ἑνὶ ὄντι λέγομεν καὶ ὡς ἐκεῖ λέγεται. τὸ μὲν οὖν ἐπὶ πάντων ἓν οὐ ταὐτόν: οὕτε γὰρ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως καὶ τῶν νοητῶν —ἀλλὰ γὰρ οὐδὲ τὸ ὄν —οὔτε ἐπὶ τῶν αἰσθητῶν πρὸς ἄλληλα ὁμοίως: οὐ γὰρ ταὐτὸν ἐν χορῷ καὶ στρατοπέδῳ καὶ νηὶ καὶ οἰκίᾳ οὐδὲ αὖ ἐν τούτοις καὶ ἐν τῷ συνεχεῖ. ἀλλ̓ ὅμως πάντα τὸ αὐτὸ μιμεῖται, τυγχάνει δὲ τὰ μὲν πόρρωθεν, τὰ δὲ μᾶλλον, ἤδη δὲ καὶ ἀληθέστερον ἐν τῷ νῷ: ψυχὴ γὰρ μία καὶ ἔτι μᾶλλον νοῦς εἷς καὶ τὸ ὂν ἕν. ἆῤ οὖν ἐν ἑκάστῳ τὸ ὂν αὐτοῦ λέγοντες ἓν λέγομεν καὶ ὡς ἔχει ὄντος, οὕτω καὶ τοῦ ἑνός; ἢ συμβέβηκε μὲν τοῦτο, οὐ μέντοι καθ̓ ὃ ὂν καὶ ἕν, ἀλλ̓ ἔστι μὴ ἧττον ὂν ὑπάρχον ἧττον εἶναι ἕν. οὐ γὰρ ἧττον στρατὸς ἢ χορὸς οἰκίας, ἀλλ̓ ὅμως ἧττον ἕν. ἔοικεν οὖν τὸ ἐν ἑκάστῳ ἓν πρὸς ἀγαθὸν μᾶλλον βλέπειν, καὶ καθ̓ ὅσον τυγχάνει ἀγαθοῦ, κατὰ τοσοῦτον καὶ ἕν, καὶ τὸ μᾶλλον καὶ ἧττον τοῦ ἓν ἐν τούτῳ: εἶναι γὰρ θέλει ἕκαστον οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ἀγαθοῦ. διὰ τοῦτο καὶ τὰ μὴ ἓν ὡς δύναται σπεύδει ἓν γενέσθαι, τὰ μὲν φύσει αὐτῇ τῇ φύσει συνιόντα εἰς ταὐτὸν ἑνοῦσθαι αὑτοῖς θέλοντα: οὐ γὰρ ἀπ̓ ἀλλήλων σπεύδει ἕκαστα, ἀλλ̓ εἰς ἄλληλα καὶ εἰς αὑτά: καὶ ψυχαὶ πᾶσαι εἰς ἓν ἂν βούλοιντο ἰέναι μετὰ τὴν αὑτῶν οὐσίαν. καὶ ἀμφοτέρωθεν δὲ τὸ ἕν: καὶ γὰρ τὸ ἀφ̓ οὗ καὶ τὸ εἰς ὅ: καὶ γὰρ ἄρχεται ἀπὸ τοῦ ἓν καὶ σπεύδει εἰς τὸ ἕν: οὕτω γὰρ καὶ τὸ ἀγαθόν: οὐδὲ γὰρ ὑπέστη ἐν τοῖς οὖσιν ὁτιοῦν, ὑποστάν τε ἂν ἀνέχοιτο μὴ πρὸς τὸ ἓν τὴν σπουδὴν ἔχον. τὰ μὲν δὴ φύσει οὕτω: τὰ δὲ ἐν ταῖς τέχναις αὐτὴ ἑκάστη ἕκαστον πρὸς τοῦτο καθ̓ ὅσον δύναται καὶ ὡς δύναται ἐκεῖνα οὕτως ποιεῖ: τὸ δὲ ὂν μάλιστα πάντων τούτου τυγχάνει: ἐγγὺς γάρ: ὅθεν τὰ μὲν ἄλλα λέγεται ἃ λέγεται μόνον, οἷον ἄνθρωπος: καὶ γάρ, εἴ ποτε λέγοιμεν εἷς, πρὸς δύο λέγομεν: εἰ δὲ καὶ ἄλλως τὸ ἓν λέγομεν ἐπ’ αὐτοῦ, προστιθέντες λέγομεν. ἐπὶ δὲ τοῦ ὄντος λέγομεν τὸ ὅλον τοῦτο ἓν ὂν καὶ ἀξιοῦμεν ὡς ἓν ἐνδεικνύμενοι τὴν σφόδρα αὐτοῦ πρὸς τὸ ἀγαθὸν συνουσίαν. γίγνεται οὖν τὸ ἓν καὶ ἐν αὐτῷ ὡς ἀρχὴ καὶ τέλος, οὐχ ὡσαύτως δέ, ἀλλὰ ἄλλως, ὥστε καὶ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ ἐν τῷ ἕν. τί οὖν τὸ ἐν αὐτῷ ἕν; οὐχὶ ὁμοίως ἐν ἅπασι τοῖς μέρεσι καὶ κοινὸν θεωρούμενον; ἢ πρῶτον μὲν καὶ ἐν ταῖς γραμμαῖς κοινὸν τὸ σημεῖον καὶ οὐ γένος τῶν γραμμῶν: καὶ ἐν τοῖς ἀριθμοῖς κοινὸν τὸ ἓν δὴ ἴσως τοῦτο καὶ οὐ γένος: οὐδὲ γὰρ ταὐτὸν τὸ ἓν τὸ ἐπ’ αὐτοῦ τοῦ ἓν τῷ ἐπὶ μονάδος καὶ δυάδος καὶ τῶν ἄλλων ἀριθμῶν. ἔπειτα καὶ ἐν τῷ ὄντι οὐδὲν κωλύει τὰ μὲν πρῶτα, τὰ δ̓ ὕστερα εἶναι, καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα εἶναι. καὶ εἰ ταὐτὸν δὲ ἐν πᾶσι τὸ ἓν τοῖς τοῦ ὄντος, διαφορὰ οὐκ οὖσα αὐτοῦ οὐδὲ εἴδη ποιεῖ: εἰ δὲ μὴ εἴδη, οὐδὲ γένος αὐτὸ δύναται εἶναι.