Ancient Greek · ~4 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 6.12
Not analysed yet
καὶ ταῦτα μὲν οὕτω. πῶς δὲ τοῖς ἀριθμοῖς τὸ ἀγαθὸν ἐν τῷ ἓν εἶναι ἕκαστον ἀψύχοις οὖσιν; ἢ κοινὸν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἀψύχων. εἰ δέ τις λέγοι μὴ εἶναι ὅλως αὐτούς, ἡμεῖς περὶ ὄντων εἴπομεν, καθ̓ ὃ ἓν ἕκαστον. εἰ δὲ τὸ σημεῖον ζητοῖεν πῶς ἀγαθοῦ μετέχει, εἰ μὲν καθ̓ αὑτὸ φήσουσιν εἶναι, εἰ μὲν ἄψυχον φήσουσι, τὸ αὐτὸ ὅπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων ζητοῦσιν: εἰ δ̓ ἐν ἄλλοις, οἷον ἐν κύκλῳ, τὸ ἀγαθὸν τὸ ἐκείνου τούτῳ καὶ ἡ ὄρεξις πρὸς τοῦτο καὶ σπεύδει ὡς δύναται διὰ τούτου ἐκεῖ. ἀλλὰ πῶς τὰ γένη ταῦτα; ἆρα καὶ τὰ κερματιζόμενα ἕκαστα; ἢ ὅλον ἐν ἑκάστῳ ὧν γένος. καὶ πῶς ἔτι ἕν; ἢ τὸ γένει ἓν ὡς ἐν πολλοῖς ὅλον. ἆῤ οὖν μόνον ἐν τοῖς μετέχουσιν; ἢ οὔ, ἀλλὰ καὶ καθ̓ αὑτὸ καὶ ἐν τοῖς μετέχουσιν. ἀλλ̓ ἴσως σαφέστερον ἔσται ὕστερον.