Ancient Greek · ~18 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.11.1-2
Not analysed yet
λέγεται δὲ οὐδ̓ ὁ οὐρανός, καὶ πολλὰ δὲ φαίνεται, οὐκ ἀτιμάσαι τὴν τῶν ζῴων πάντων φύσιν: ἐπεὶ καὶ τόδε τὸ πᾶν πάντα ἔχει. πόθεν οὖν ἔχει; πάντα οὖν ἔχει ὅσα ἐνταῦθα τὰ ἐκεῖ; ἢ ὅσα λόγῳ πεποίηται καὶ κατ̓ εἶδος. ἀλλ̓ ὅταν πῦρ ἔχῃ, καὶ ὕδωρ ἔχει, ἔχει δὲ πάντως καὶ φυτά. πῶς οὖν τὰ φυτὰ ἐκεῖ; καὶ πῶς πῦρ ζῇ; καὶ πῶς γῆ; ἢ γὰρ ζῇ, ἢ οἷον νεκρὰ ἔσται ἐκεῖ, ὥστε μὴ πᾶν τὸ ἐκεῖ ζῆν. καὶ τί ὅλως ἐστὶν ἐκεῖ καὶ ταῦτα; τὰ μὲν οὖν φυτὰ δύναιτ̓ ἂν τῷ λόγῳ συναρμόσαι: ἐπεὶ καὶ τὸ τῇδε φυτὸν λόγος ἐστὶν ἐν ζωῇ κείμενος. εἰ δὴ ὁ ἔνυλος λόγος ὁ τοῦ φυτοῦ, καθ̓ ὃν τὸ φυτόν ἐστι, ζωή τις ἐστὶ τοιάδε καὶ ψυχή τις καὶ ὁ λόγος ἕν τι, ἤτοι τὸ πρῶτον φυτόν ἐστιν οὗτος ἢ οὔ, ἀλλὰ πρὸ αὐτοῦ φυτὸν τὸ πρῶτον, ἀφ̓ οὗ καὶ τοῦτο. καὶ γὰρ ἐκεῖνο ἕν, ταῦτα δὲ πολλὰ καὶ ἀφ̓ ἑνὸς ἐξ ἀνάγκης. εἰ δὴ τοῦτο, δεῖ πολὺ πρότερον ἐκεῖνο ζῆν καὶ αὐτὸ τοῦτο φυτὸν εἶναι, ἀπ̓ ἐκείνου δὲ ταῦτα δευτέρως καὶ τρίτως καὶ κατ̓ ἴχνος ἐκείνου ζῆν. γῆ δὲ πῶς; καὶ τί τὸ γῇ εἶναι; καὶ τίς ἡ ἐκεῖ γῆ τὸ ζῆν ἔχουσα; ἢ πρότερον τίς αὕτη: τοῦτο. δ̓ ἐστὶ τί τὸ εἶναι ταύτῃ. δεῖ δὴ μορφήν τινα εἶναι καὶ ἐνταῦθα καὶ λόγον. ἐκεῖ μὲν οὖν ἐπὶ τοῦ φυτοῦ ἔζη καὶ ὁ τῇδε αὐτοῦ λόγος. ἆῤ οὖν καὶ ἐν τῇδε τῇ γῇ; ἤ, εἰ λάβοιμεν τὰ μάλιστα γήινα γεννώμενα καὶ πλαττόμενα ἐν αὐτῇ, εὕροιμεν ἂν καὶ ἐνταῦθα τὴν γῆς φύσιν. λίθων τοίνυν αὐξήσεις τε καὶ πλάσεις καὶ ὀρῶν ἀναφυομένων ἔνδον μορφώσεις πάντως που λόγου ἐμψύχου δημιουργοῦντος ἔνδοθεν καὶ εἰδοποιοῦντος χρὴ νομίζειν γίνεσθαι, καὶ τοῦτο εἶναι τὸ εἶδος τῆς γῆς τὸ ποιοῦν, ὥσπερ ἐν τοῖς δένδροις τὴν λεγομένην φύσιν, τῷ δὲ ξύλῳ τοῦ δένδρου ἀνάλογον τὴν λεγομένην εἶναι γῆν, καὶ ἀποτμηθέντα τὸν λίθον οὕτως ἔχειν, ὡς εἰ ἐκ τοῦ δένδρου τι κοπείη, μὴ παθόντος δὲ τούτου, ἀλλ̓ ἔτι συνηρτημένου, ὡς τὸ μὴ κοπὲν ἐκ τοῦ ζῶντος φυτοῦ. τὴν δημιουργοῦσαν ἐγκαθημένην τῇ γῇ φύσιν ζωὴν ἐν λόγῳ ἀνευρόντες πιστοίμεθα ἂν τὸ ἐντεῦθεν ῥᾳδίως τὴν ἐκεῖ γῆν πολὺ πρότερον ζῶσαν εἶναι καὶ ζωὴν ἔλλογον γῆς, αὐτογῆν καὶ πρώτως γῆν, ἀφ̓ ἧς καὶ ἡ ἐνταῦθα γῆ. εἰ δὲ καὶ τὸ πῦρ λόγος τις ἐν ὕλῃ ἐστὶ καὶ τὰ ἄλλα τὰ τοιαῦτα καὶ οὐκ ἐκ τοῦ αὐτομάτου πῦρ —πόθεν γάρ; οὐ γὰρ ἐκ παρατρίψεως, ὡς ἄν τις οἰηθείη: ἤδη γὰρ ὄντος ἐν τῷ παντὶ πυρὸς ἡ παράτριψις ἐχόντων τῶν παρατριβομένων σωμάτων: οὐδὲ γὰρ ἡ ὕλη οὕτως δυνάμει, ὥστε παῤ αὐτῆς: εἰ δὴ κατὰ λόγον δεῖ τὸ ποιοῦν εἶναι ὡς μορφοῦν, τί ἂν εἴη; ἢ ψυχὴ ποιεῖν πῦρ δυναμένη: τοῦτο δ̓ ἐστὶ ζωὴ καὶ λόγος, ἓν καὶ ταὐτὸν ἄμφω. διὸ καὶ Πλάτων ἐν ἑκάστῳ τούτων ψυχήν φησιν εἶναι οὐκ ἄλλως ἢ ὡς ποιοῦσαν τοῦτο δὴ τὸ αἰσθητὸν πῦρ. ἔστιν οὖν καὶ τὸ ἐνταῦθα ποιοῦν πῦρ ζωή τις πυρίνη, ἀληθέστερον πῦρ. τὸ ἄρα ἐπέκεινα πῦρ. μᾶλλον ὂν πῦρ μᾶλλον ἂν εἴη ἐν ζωῇ: ζῇ ἄρα καὶ αὐτὸ τὸ πῦρ. ὁ δ̓ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, ὕδατός τε καὶ ἀέρος. ἀλλὰ διὰ τί οὐκ ἔμψυχα καὶ ταῦτα ὥσπερ ἡ γῆ; ὅτι μὲν οὖν καὶ ταῦτα ἐν ζῴῳ τῷ παντί, δῆλόν που, καὶ ὅτι μέρη ζῴου: οὐ φαίνεται δὲ ζωὴ ἐν αὐτοῖς, ὥσπερ οὐδ̓ ἐπὶ τῆς γῆς: συλλογίζεσθαι δ̓ ἦν κἀκεῖ καὶ ἐκ τῶν γινομένων ἐν αὐτῇ: ἀλλὰ γίνεται καὶ ἐν πυρὶ ζῷα, καὶ ἐν ὕδατι δὲ φανερώτερον: καὶ ἀέρινοι δὲ ζῴων συστάσεις. γινόμενον δὲ τὸ πῦρ ἕκαστον καὶ ταχὺ σβεννύμενον τὴν ἐν τῷ ὅλῳ ψυχὴν παρέρχεται εἴς τε ὄγκον οὐ γεγένηται μένον, ἵν̓ ἔδειξε τὴν ἐν αὐτῷ ψυχήν, ἀήρ τε καὶ ὕδωρ ὡσαύτως: ἐπεί, εἰ παγείη πως κατὰ φύσιν, δείξειεν ἄν: ἀλλ̓ ὅτι ἔδει εἶναι κεχυμένα, ἣν ἔχει οὐ δείκνυσι. καὶ κινδυνεύει ὅμοιον εἶναι οἷον τὸ ἐπὶ τῶν ὑγρῶν τῶν ἐν ἡμῖν, οἷον αἵματος: ἡ μὲν γὰρ σὰρξ ἔχειν δοκεῖ καὶ ὅ τι ἂν σὰρξ γένηται ἐκ τοῦ αἵματος, τὸ δ̓ αἷμα αἴσθησιν οὐ παρεχόμενον ἔχειν οὐ δοκεῖ. καίτοι ἀνάγκη ἐνεῖναι καὶ ἐν αὐτῷ: ἐπεὶ καὶ οὐδέν ἐστι βίαιον γινόμενον περὶ αὐτό, ἀλλ̓ ἕτοιμόν ἐστι διεστάναι τῆς ἐνυπαρχούσης ψυχῆς, οἷον καὶ ἐπὶ τῶν στοιχείων τῶν τριῶν δεῖ νομίζειν εἶναι: ἐπεὶ καὶ ὅσα ἐξ ἀέρος συστάντος μᾶλλον ζῷα ἔχει τὸ μὴ αἰσθάνεσθαι εἰς τὸ παθεῖν. ὥσπερ δὲ ὁ ἀὴρ τὸ φῶς ἀτενὲς ὂν καὶ μένον, ἕως μένει αὐτός, παρέρχεται, τοῦτον τὸν τρόπον πάρεισι καὶ τὴν ψυχὴν αὐτοῦ κύκλῳ καὶ οὐ πάρεισι: καὶ τὰ ἄλλα ὡσαύτως.