Ancient Greek · ~4 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.10-3
Not analysed yet
ἀλλὰ πῶς ἐκεῖ ἐνέλειπε; τί γὰρ κέρατα ἐκεῖ πρὸς ἄμυναν; ἢ πρὸς τὸ αὔταρκες ὡς ζῴου καὶ τὸ τέλειον. ὡς γὰρ ζῷον ἔδει τέλειον εἶναι, καὶ ὡς νοῦν δὲ τέλειον, καὶ ὡς ζωὴν δὲ τέλειον: ὥστε, εἰ μὴ τοῦτο, ἀλλὰ τοῦτο. καὶ ἡ διαφορὰ τῷ ἄλλο ἀντὶ ἄλλου, ἵνα ἐκ πάντων μὲν τὸ τελειότατον ζῷον καὶ ὁ τέλειος νοῦς καὶ ἡ τελειοτάτη ζωή, ἕκαστον δὲ ὡς ἕκαστον τέλειον. καὶ μήν, εἰ ἐκ πολλῶν, δεῖ εἶναι αὖ ἓν ἢ οὐχ οἷόν τε ἐκ πολλῶν μὲν εἶναι, τῶν αὐτῶν δὲ πάντων: ἢ αὔταρκες ἦν ἂν ἕν. δεῖ τοίνυν ἐξ ἑτέρων ἀεὶ κατ̓ εἶδος, ὥσπερ καὶ πᾶν σύνθετον, καὶ σωζομένων ἑκάστων, οἷαι καὶ αἱ μορφαὶ καὶ οἱ λόγοι. αἵ τε γὰρ μορφαί, οἷον ἀνθρώπου, ἐξ ὅσων διαφορῶν, καίτοι τὸ ἐπὶ πᾶσιν ἕν: καὶ βελτίω καὶ χείρω ἀλλήλων, ὀφθαλμὸς καὶ δάκτυλος, ἀλλ̓ ἑνός, καὶ χεῖρον ὡς πρὸς τὸ πᾶν, ἀλλ̓ ὅτι οὕτω, βέλτιον: καὶ ὁ λόγος δὲ ζῷον καὶ ἄλλο τι, ὃ μὴ ταὐτὸν τῷ ζῷον. καὶ ἀρετὴ δὲ τὸ κοινὸν καὶ τὸ ἴδιον καὶ τὸ ὅλον καλὸν ἀδιαφόρου τοῦ κοινοῦ ὄντος.