Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΤΟ ΟΝ ΕΝ ΚΑΙ ΤΑΥΤΟΝ ΟΝ ΑΜΑ ΠΑΝΤΑΧΟΥ
Plotinus, Enneades 6.12-3
Not analysed yet
πάρεστιν οὖν πῶς; ὡς ζωὴ μία: οὐ γὰρ μέχρι τινὸς ἐν ζῴῳ ἡ ζωή, εἶτ̓ οὐ δύναται εἰς ἅπαν φθάσαι, ἀλλὰ πανταχοῦ. εἰ δέ τις ζητεῖ πάλιν πῶς, ἀναμνησθήτω τῆς δυνάμεως. ὅτι μὴ ποσή, ἀλλ̓ εἰς ἄπειρον διαιρῶν τῇ διανοίᾳ ἀεὶ ἔχει δύναμιν τὴν αὐτὴν βυσσόθεν ἄπειρον: οὐ γὰρ ἐν ἑαυτῇ ἔχει ὕλην, ἵνα τῷ μεγέθει τοῦ ὄγκου συνεπιλείπῃ εἰς μικρὸν ἐλθοῦσα. ἐὰν οὖν λάβῃς ἀέναον ἐν αὐτῇ ἀπειρίαν, φύσιν ἀκάματον καὶ ἄτρυτον καὶ οὐδαμῇ ἐλλείπουσαν, ἐν αὑτῇ οἷον ὑπερζέουσαν ζωῇ, ἤ που ἐπιβαλὼν ἢ πρός τι ἀτενίσας οὐχ εὑρήσεις ἐκεῖ, τοὐναντίον δ̓ ἄν σοι γένοιτο: οὐ γὰρ σύ γε ὑπερβήσῃ παρελθὼν οὐδὲ αὖ στήσῃ εἰς μικρὸν ὡς οὐκέτι ἐχούσης διδόναι τῷ κατὰ μικρὸν ἐπιλιπεῖν, ἀλλ̓ ἢ συνθεῖν δυνηθείς, μᾶλλον δὲ ἐν τῷ παντὶ γενόμενος, οὐδὲν ἔτι ζητήσεις, ἢ ἀπειπὼν παρεκβήσῃ εἰς ἄλλο καὶ πεσῇ παρὸν οὐκ ἰδὼν τῷ εἰς ἄλλο βλέπειν. ἀλλ̓ εἰ οὐδὲν ἔτι ζητήσεις, πῶς ποτε τοῦτο πείσῃ; ἢ ὅτι παντὶ προσῆλθες καὶ οὐκ ἔμεινας ἐν μέρει αὐτοῦ οὐδ̓ εἶπας οὐδὲ σύ ʽτοσοῦτός εἰμἰ, ἀφεὶς δὲ τοσοῦτον γέγονας πᾶς, καίτοι καὶ πρότερον ἦσθα πᾶς: ἀλλ̓ ὅτι καὶ ἄλλο τι προσῆν σοι μετὰ τὸ πᾶν, ἐλάττων ἐγίνου τῇ προσθήκῃ: οὐ γὰρ ἐκ τοῦ ὄντος ἦν ἡ προσθήκη —οὐδὲν γὰρ ἐκείνῳ προσθήσεις —ἀλλὰ τοῦ μὴ ὄντος. γενόμενος δέ τις καὶ ἐκ τοῦ μὴ ὄντος ἐστὶν οὐ πᾶς, ἀλλ̓ ὅταν τὸ μὴ ὂν ἀφῇ. αὔξεις τοίνυν σεαυτὸν ἀφεὶς τὰ ἄλλα καὶ πάρεστί σοι τὸ πᾶν ἀφέντι, μετὰ δὲ ἄλλων ὄντι οὐ φαίνεται, οὐδ̓ ἦλθεν, ἵνα παρῇ, ἀλλὰ σὺ ἀπῆλθες ʽὅτε οὐ πάρεστιν̓. εἰ δ̓ ἀπῆλθες, οὐκ ἀπ̓ αὐτοῦ —αὐτὸ γὰρ πάρεστιν —οὐδέ ποι ἀπῆλθες, ἀλλὰ παρὼν ἐπὶ τὰ ἐναντία ἐστράφης. οὕτω γὰρ καὶ οἱ ἄλλοι θεοὶ πολλῶν παρόντων ἑνὶ φαίνονται πολλάκις, ὅτι ὁ εἷς ἐκεῖνος μόνος δύναται βλέπειν. ἀλλ̓ οὗτοι μὲν οἱ θεοί, ὅτι παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας, εἰς ἐκεῖνον δὲ αἱ πόλεις ἐπιστρέφονται καὶ πᾶσα γῆ καὶ πᾶς οὐρανός, πανταχοῦ ἐπ’ αὐτοῦ καὶ ἐν αὐτῷ μένοντα καὶ ἔχοντα ἐξ αὐτοῦ τὸ ὂν καὶ τὰ ἀληθῶς ὄντα μέχρι ψυχῆς καὶ ζωῆς ἀνηρτημένα καὶ εἰς ἓν ἰόντα ἀμεγέθει τῷ ἀπείρῳ.