Ancient Greek · ~7 min
Book 6, ΠΕΡΙ ΑΡΙΘΜΩΝ.
Plotinus, Enneades 6.1-6
Not analysed yet
Ἆῤ ἐστὶ τὸ πλῆθος ἀπόστασις τοῦ ἑνός, καὶ ἡ ἀπειρία ἀπόστασις παντελὴς τῷ πλῆθος ἀνάριθμον εἶναι, καὶ διὰ τοῦτο κακὸν ἡ ἀπειρία καὶ ἡμεῖς κακοί, ὅταν πλῆθος; καὶ γὰρ πολὺ ἕκαστον, ὅταν ἀδυνατοῦν εἰς αὐτὸ μένειν χέηται καὶ ἐκτείνηται σκιδυάμενον. καὶ πάντη μὲν στερισκόμενον ἐν τῇ χύσει τοῦ ἑνὸς πλῆθος γίγνεται, οὐκ ὄντος τοῦ ἄλλο πρὸς ἄλλο μέρος αὐτοῦ ἑνοῦντος: εἰ δέ τι γένοιτο ἀεὶ χεόμενον μένον, μέγεθος γίνεται. ἀλλὰ τί δεινὸν τῷ μεγέθει; ἢ εἰ ᾐσθάνετο, ἦν ἄν: ἀφ̓ ἑαυτοῦ γὰρ γενόμενον καὶ ἀφιστάμενον εἰς τὸ πόρρω ᾐσθάνετο. ἕκαστον γὰρ οὐκ ἄλλο, ἀλλ̓ αὑτὸ ζητεῖ, ἡ δ̓ ἔξω πορεία μάταιος ἢ ἀναγκαία. μᾶλλον δέ ἐστιν ἕκαστον, οὐχ ὅταν γένηται πολὺ ἢ μέγα, ἀλλ̓ ὅταν ἑαυτοῦ ᾖ: ἑαυτοῦ δέ ἐστι πρὸς αὑτὸ νενευκός. ἡ δὲ ἔφεσις ἡ πρὸς τὸ οὕτω μέγα ἀγνοοῦντός ἐστι τὸ ὄντως μέγα καὶ σπεύδοντος οὐχ οἷ δεῖ, ἀλλὰ πρὸς τὸ ἔξω: τὸ δὲ πρὸς αὑτὸ τὸ ἔνδον ἦν. μαρτύριον δὲ τὸ γενόμενον μεγέθει, εἰ μὲν ἀπηρτημένον, ὡς ἕκαστον τῶν μερῶν αὐτοῦ εἶναι, ἐκεῖνα εἶναι ἕκαστα, ἀλλ̓ οὐκ αὐτὸ τὸ ἐξ ἀρχῆς: εἰ δ̓ ἔσται αὐτό, δεῖ τὰ πάντα μέρη πρὸς ἕν: ὥστε εἶναι αὐτό, ὅταν ἀμηγέπη ἕν, μὴ μέγα, ᾖ. γίνεται τοίνυν διὰ μὲν τὸ μέγεθος καὶ ὅσον ἐπὶ τῷ μεγέθει ἀπολλύμενον αὑτοῦ: ὅτι δὲ ἔχει ἕν, ἔχει ἑαυτό. καὶ μὴν τὸ πᾶν μέγα καὶ καλόν. ἢ ὅτι οὐκ ἀφείθη φυγεῖν εἰς τὴν ἀπειρίαν, ἀλλὰ περιελήφθη ἑνί: καὶ καλὸν οὐ τῷ μέγα, ἀλλὰ τῷ καλῷ: καὶ ἐδεήθη τοῦ καλοῦ, ὅτι ἐγένετο μέγα. ἐπεὶ ἔρημον ὂν τούτου ὅσῳ μέγα, τοσούτῳ ἂν κατεφάνη αἰσχρόν: καὶ οὕτω τὸ μέγα ὕλη τοῦ καλοῦ, ὅτι πολὺ τὸ δεόμενον κόσμου. μᾶλλον οὖν ἄκοσμον τὸ μέγα καὶ μᾶλλον αἰσχρόν.