Ancient Greek · ~9 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.12-6
Not analysed yet
τί οὖν; οὐκ ἔστιν ὃ ἔστι; τοῦ δὲ εἶναι ὃ ἔστιν ἢ τοῦ ἐπέκεινα εἶναι ἆρά γε κύριος αὐτός; πάλιν γὰρ ἡ ψυχὴ οὐδέν τι πεισθεῖσα τοῖς εἰρημένοις ἄπορός ἐστι. λεκτέον τοίνυν πρὸς ταῦτα ὧδε, ὡς ἕκαστος μὲν ἡμῶν κατὰ μὲν τὸ σῶμα πόρρω ἂν εἴη οὐσίας, κατὰ δὲ τὴν ψυχὴν καὶ ὃ μάλιστα ἐσμὲν μετέχομεν οὐσίας καὶ ἐσμέν τις οὐσία. τοῦτο δέ ἐστιν οἷον σύνθετόν τι ἐκ διαφορᾶς καὶ οὐσίας οὔκουν κυρίως οὐσία οὐδ̓ αὐτοουσία: διὸ οὐδὲ κύριοι τῆς αὑτῶν οὐσίας. ἄλλο γάρ πως ἡ οὐσία καὶ ἡμεῖς ἄλλο, καὶ κύριοι οὐχ ἡμεῖς τῆς αὑτῶν οὐσίας, ἀλλ̓ ἡ οὐσία αὐτὴ ἡμῶν, εἴπερ αὕτη καὶ τὴν διαφορὰν προστίθησιν. ἀλλ̓ ἐπειδὴ ὅπερ κύριον ἡμῶν ἡμεῖς πως ἐσμέν, οὕτω τοι οὐδὲν ἧττον καὶ ἐνταῦθα λεγοίμεθα ἂν αὑτῶν κύριοι: ὃ δέ γε παντελῶς ἐστιν ὃ ἔστιν καὶ οὐκ ἄλλο μὲν αὐτό, ἄλλο δὲ ἡ οὐσία αὐτοῦ, ἐνταῦθα ὅπερ ἔστι τοῦτο ἐστὶ καὶ κύριον καὶ οὐκέτι εἰς ἄλλο ᾗ ἔστι καὶ ᾗ ἐστιν οὐσία. καὶ γὰρ αὖ ἀφείθη κύριον εἶναι αὑτοῦ, ᾗ ὃ πρῶτον εἰς οὐσίαν. τὸ δὴ πεποιηκὸς ἐλεύθερον τὴν οὐσίαν, πεφυκὸς δηλονότι ποιεῖν ἐλεύθερον καὶ ἐλευθεροποιὸν ἂν λεχθέν, τίνι ἂν δοῦλον εἴη; εἴπερ ὅλως καὶ θεμιτὸν φθέγγεσθαι. τὸ δὲ τῇ αὐτοῦ οὐσίᾳ: ἀλλὰ καὶ αὕτη παῤ αὐτοῦ ἐλευθέρα καὶ ὑστέρα καὶ αὐτὸ οὐκ ἔχον οὐσίαν. εἰ μὲν οὖν ἐστί τις ἐνέργεια ἐν αὐτῷ καὶ ἐν τῇ ἐνεργείᾳ αὐτὸν θησόμεθα, οὐδ̓ ἂν διὰ τοῦτο εἴη ἂν ἕτερον αὑτοῦ καὶ οὐκ αὐτὸς αὑτοῦ κύριος, ἀφ̓ οὗ ἡ ἐνέργεια, ὅτι μὴ ἕτερον ἐνέργεια καὶ αὐτός. εἰ δ̓ ὅλως ἐνέργειαν οὐ δώσομεν ἐν αὐτῷ εἶναι, ἀλλὰ τἆλλα περὶ αὐτὸν ἐνεργοῦντα τὴν ὑπόστασιν ἴσχειν, ἔτι μᾶλλον οὔτε τὸ κύριον οὔτε τὸ κυριευόμενον ἐκεῖ εἶναι δώσομεν, ἀλλ̓ οὐδὲ τὸ αὑτοῦ κύριον, οὐχ ὅτι ἄλλο αὐτοῦ κύριον, ἀλλ̓ ὅτι τὸ αὑτοῦ κύριον τῇ οὐσίᾳ ἀπέδομεν, τὸ δὲ ἐν τιμιωτέρῳ ἢ κατὰ τοῦτο ἐθέμεθα. τί οὖν τὸ ἐν τιμιωτέρῳ τοῦ ὅ ἐστιν αὑτοῦ κύριον; ἢ ὅτι, ἐπειδὴ οὐσία καὶ ἐνέργεια ἐκεῖ δύο πως ὄντα, ἐκ τῆς ἐνεργείας τὴν ἔννοιαν ἐδίδου τοῦ κυρίου —τοῦτο δὲ ἦν τῇ οὐσίᾳ ταὐτόν —διὰ τοῦτο καὶ χωρὶς ἐγένετο τὸ κύριον εἶναι καὶ αὐτὸ αὑτοῦ ἐλέγετο κύριον. ὅπου δὲ οὐ δύο ὡς ἕν, ἀλλὰ ἕν —ἢ γὰρ ἐνέργεια μόνον ἢ οὐδ̓ ὅλως ἐνέργεια —οὐδὲ τὸ κύριον αὑτοῦ ὀρθῶς.