Ancient Greek · ~14 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΕΚΟΥΣΙΟΥ ΚΑΙ ΘΕΛΗΜΑΤΟΣ ΤΟΥ ΕΝΟΣ.
Plotinus, Enneades 6.13.1-3
Not analysed yet
ἀλλ̓ εἰ καὶ τὰ ὀνόματα ταῦτα ἐπάγειν δεῖ οὐκ ὀρθῶς τοῦ ζητουμένου, πάλιν αὖ λεγέσθω, ὡς τὰ μὲν ὀρθῶς εἴρηται, ὅτι οὐ ποιητέον οὐδ̓ ὡς εἰς ἐπίνοιαν δύο, τὰ δὲ νῦν τῆς πειθοῦς χάριν: καίτοι παρανοητέον ἐν τοῖς λόγοις. εἰ γὰρ δοίημεν ἐνεργείας αὐτῷ, τὰς δὲ ἐνεργείας αὐτοῦ οἷον βουλήσει αὐτοῦ —οὐ γὰρ ἀβουλῶν ἐνεργεῖ —αἱ δὲ ἐνέργειαι ἡ οἷον οὐσία αὐτοῦ, ἡ βούλησις αὐτοῦ καὶ ἡ οὐσία ταὐτὸν ἔσται. εἰ δὲ τοῦτο, ὡς ἄρα ἐβούλετο, οὕτω καὶ ἔστιν. οὐ μᾶλλον ἄρα ὡς πέφυκε βούλεταί τε καὶ ἐνεργεῖ, ἢ ὡς βούλεταί τε καὶ ἐνεργεῖ ἡ οὐσία ἐστὶν αὐτοῦ. κύριος ἄρα πάντη ἑαυτοῦ ἐφ̓ ἑαυτῷ ἔχων καὶ τὸ εἶναι. ἴδε δὴ καὶ τόδε: τῶν ὄντων ἕκαστον ἐφιέμενον τοῦ ἀγαθοῦ βούλεται ἐκεῖνο μᾶλλον ἢ ὃ ἔστιν εἶναι, καὶ τότε μάλιστα οἴεται εἶναι, ὅταν τοῦ ἀγαθοῦ μεταλάβῃ, καὶ ἐν τῷ τοιούτῳ αἱρεῖται ἑαυτῷ ἕκαστον τὸ εἶναι, καθ̓ ὅσον ἂν παρὰ τοῦ ἀγαθοῦ ἴσχῃ, ὡς τῆς τοῦ ἀγαθοῦ φύσεως ἑαυτῇ δηλονότι πολὺ πρότερον αἱρετῆς οὔσης, εἴπερ ὅση μοῖρα ἀγαθοῦ παῤ ἄλλῳ αἱρετωτάτη, καὶ οὐσία ἑκούσιος καὶ παραγενομένη θελήσει καὶ ἓν καὶ ταὐτὸν οὖσα θελήσει καὶ διὰ θελήσεως ὑποστᾶσα. καὶ ἕως μὲν τὸ ἀγαθὸν μὴ εἶχεν ἕκαστον, ἠθέλησεν ἄλλο, ᾗ δὲ ἔσχεν, ἑαυτό τε θέλει ἤδη καὶ ἔστιν οὔτε κατὰ τύχην ἡ τοιαύτη παρουσία οὔτε ἔξω τῆς βουλήσεως αὐτοῦ ἡ οὐσία, καὶ τούτῳ καὶ ὁρίζεται καὶ ἑαυτῆς ἐστι τούτῳ. εἰ οὖν τούτῳ αὐτό τι ἕκαστον ἑαυτὸ ποιεῖ, δῆλον δήπου γίνεται ἤδη, ὡς ἐκεῖνο ἂν εἴη ἤδη ἑαυτῷ τοιοῦτον πρώτως, ᾧ καὶ τὰ ἄλλα ἑαυτοῖς ἔστιν εἶναι, καὶ σύνεστιν αὐτοῦ τῇ οἷον οὐσίᾳ ἡ θέλησις τοῦ οἷον τοιοῦτον εἶναι, καὶ οὐκ ἔστιν αὐτὸν λαβεῖν ἄνευ τοῦ θέλειν ἑαυτῷ ὅπερ ἔστι, καὶ σύνδρομος αὐτὸς ἑαυτῷ θέλων αὐτὸς εἶναι καὶ τοῦτο ὤν, ὅπερ θέλει, καὶ ἡ θέλησις καὶ αὐτὸς ἕν, καὶ τούτῳ οὐχ ἧττον ἕν, ὅτι μὴ ἄλλο αὐτός, ὅπερ ἔτυχεν, ἄλλο δὲ τὸ ὡς ἐβουλήθη ἄν. τί γὰρ ἂν καὶ ἠθέλησεν ἢ τοῦτο, ὃ ἔστι; καὶ γὰρ εἰ ὑποθοίμεθα ἑλέσθαι αὑτῷ ὅ τι θέλοι γενέσθαι, καὶ ἐξεῖναι αὐτῷ ἀλλάξασθαι τὴν αὑτοῦ φύσιν εἰς ἄλλο, μήτ̓ ἂν ἄλλο τι γενέσθαι βουληθῆναι, μήτ̓ ἂν ἑαυτῷ τι μέμψασθαι ὡς ὑπὸ ἀνάγκης τοῦτο ὄντι, ὃ ἔστι, τοῦτο τῷ αὐτὸς εἶναι, ὅπερ αὐτὸς ἀεὶ ἠθέλησε καὶ θέλει. ἔστι γὰρ ὄντως ἡ ἀγαθοῦ φύσις θέλησις αὑτοῦ οὐ δεδεκασμένου οὐδὲ τῇ ἑαυτοῦ φύσει ἐπισπωμένου, ἀλλ̓ ἑαυτὸν ἑλομένου, ὅτι μηδὲ ἦν ἄλλο, ἵνα πρὸς ἐκεῖνο ἑλχθῇ. καὶ μὴν κἀκεῖνο ἄν τις λέγοι, ὡς ἐν τῇ αὑτῶν ἕκαστον τὰ ἄλλα οὐσίᾳ οὐ περιείληφε τὸν, λόγον τὸν τοῦ ἀρέσκεσθαι αὑτῷ: καὶ γὰρ ἂν καὶ δυσχεραίνοι τι αὑτό: ἐν δὲ τῇ τοῦ ἀγαθοῦ ὑποστάσει ἀνάγκη τὴν αἵρεσιν καὶ τὴν αὑτοῦ θέλησιν ἐμπεριειλημμένην εἶναι ἢ σχολῇ γ̓ ἂν ἄλλῳ ὑπάρχοι ἑαυτῷ ἀρεστῷ εἶναι, ἃ μετουσίᾳ ἢ ἀγαθοῦ φαντασίᾳ ἀρέσκεται αὑτοῖς. δεῖ δὲ συγχωρεῖν τοῖς ὀνόμασιν, εἴ τις περὶ ἐκείνου λέγων ἐξ ἀνάγκης ἐνδείξεως ἕνεκα αὐτοῖς χρῆται, ἃ ἀκριβείᾳ οὐκ ἐῶμεν λέγεσθαι: λαμβανέτω δὲ καὶ τὸ οἷον ἐφ̓ ἑκάστου. εἰ οὖν ὑφέστηκε τὸ ἀγαθὸν καὶ συνυφίστησιν αὐτὸ ἡ αἵρεσις καὶ ἡ βούλησις —ἄνευ γὰρ τούτων οὐκ ἔσται —δεῖ δὲ τοῦτο μὴ πολλὰ εἶναι, συνακτέον εἰς ἓν τὴν βούλησιν καὶ τὴν οὐσίαν, τὸ δὲ θέλειν παῤ αὑτοῦ ἀνάγκη καὶ τὸ εἶναι παῤ αὑτοῦ αὐτῷ εἶναι: ὥστε αὐτὸν πεποιηκέναι αὑτὸν ὁ λόγος ἀνεῦρεν. εἰ γὰρ ἡ βούλησις παῤ αὐτοῦ καὶ οἷον ἔργον αὐτοῦ, αὕτη δὲ ταὐτὸν τῇ ὑποστάσει αὐτοῦ, αὐτὸς ἂν οὕτως ὑποστήσας ἂν εἴη αὑτόν: ὥστε οὐχ ὅπερ ἔτυχέν ἐστιν, ἀλλ̓ ὅπερ ἠβουλήθη αὐτός.