Ancient Greek · ~4 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 6.15-2
Not analysed yet
πῶς οὖν τὰ τέτταρα γένη συμπληροῖ τὴν οὐσίαν οὔπω ποιὰν οὐσίαν ποιοῦντα; οὐδὲ γὰρ τινά. ὅτι μὲν οὖν τὸ ὂν πρῶτον, εἴρηται, καὶ ὡς ἡ κίνησις οὐκ ἂν εἴη ἄλλο οὐδ̓ ἡ στάσις οὐδὲ θάτερον οὐδὲ ταὐτόν, δῆλον: καὶ ὅτι οὐ ποιότητα ἐνεργάζεται ἡ κίνησις αὕτη, ἴσως μὲν φανερόν, λεχθὲν δὲ μᾶλλον ποιήσει σαφέστερον. εἰ γὰρ ἡ κίνησις ἐνέργειά ἐστιν αὐτῆς, ἐνέργεια δὲ τὸ ὂν καὶ ὅλως τὰ πρῶτα, οὐκ ἂν συμβεβηκὸς εἴη ἡ κίνησις, ἀλλ̓ ἐνέργεια οὖσα ἐνεργείᾳ ὄντος οὐδ̓ ἂν συμπληρωτικὸν ἔτι λέγοιτο, ἀλλ̓ αὐτή: ὥστε οὐκ ἐμβέβηκεν εἰς ὕστερόν τι οὐδ̓ εἰς ποιότητα, ἀλλ̓ εἰς τὸ ἅμα τέτακται. οὐ γὰρ ἔστιν ὄν, εἶτα κεκίνηται, οὐδὲ ἔστιν ὄν, εἶτα ἔστη: οὐδὲ πάθος ἡ στάσις, καὶ ταὐτὸν δὲ καὶ θάτερον οὐχ ὕστερα, ὅτι μὴ ὕστερον ἐγένετο πολλά, ἀλλ̓ ἦν ὅπερ ἦν ἓν πολλά: εἰ δὲ πολλά, καὶ ἑτερότης, καὶ εἰ ἓν πολλά, καὶ ταυτότης. καὶ ταῦτα εἰς τὴν οὐσίαν ἀρκεῖ: ὅταν δὲ μέλλῃ πρὸς τὰ κάτω προιέναι, τότε ἄλλα, ἃ οὐκέτι οὐσίαν ποιεῖ, ἀλλὰ ποιὰν οὐσίαν καὶ ποσὴν οὐσίαν, καὶ γιγνέσθω γένη οὐ πρῶτα.