Ancient Greek · ~3 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΔΕΥΤΕΡΟΝ.
Plotinus, Enneades 6.16-2
Not analysed yet
τὸ δὲ πρός τι παραφυάδι ἐοικὸς πῶς ἂν ἐν πρώτοις; ἑτέρου γὰρ πρὸς ἕτερον καὶ οὐ πρὸς αὑτὸ ἡ σχέσις καὶ πρὸς ἄλλο. ποῦ δὲ καὶ πότε ἔτι πόρρω: τό τε γὰρ ποῦ ἄλλο ἐν ἄλλῳ, ὥστε. δύο: τὸ δὲ γένος ἓν δεῖ εἶναι, οὐ σύνθεσιν: καὶ οὐδὲ τόπος ἐκεῖ: νῦν δὲ ὁ λόγος περὶ τῶν ὄντων κατὰ ἀλήθειαν: ὅ τε χρόνος εἰ ἐκεῖ, σκεπτέον. μᾶλλον δὲ ἴσως οὔ. εἰ δὲ καὶ μέτρον καὶ οὐχ ἁπλῶς μέτρον, ἀλλὰ κινήσεως, δύο καὶ σύνθετον τὸ ὅλον καὶ κινήσεως ὕστερον, ὥστε οὐχ ὅπου κίνησις ἐν ἴσῃ διαιρέσει. τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν ἐν κινήσει. εἰ ἄρα ἐκεῖ τὸ πάσχειν καὶ τὸ ποιεῖν, δὲ δύο, ὁμοίως καὶ τὸ πάσχειν: οὐδέτερον οὖν ἁπλοῦν. καὶ τὸ ἔχειν δύο καὶ τὸ κεῖσθαι ἄλλο ἐν ἄλλῳ οὕτως, ὥστε τρία.