Ancient Greek · ~11 min
Book 6, ΠΕΡΙ ΑΡΙΘΜΩΝ.
Plotinus, Enneades 6.15-5
Not analysed yet
πάλιν γὰρ ἐξ ἀρχῆς τούτων ἤδη λεχθέντων λέγωμεν τὸ μὲν ξύμπαν ὂν τὸ ἀληθινὸν ἐκεῖνο καὶ ὂν εἶναι καὶ νοῦν καὶ ζῷον τέλειον εἶναι, ὁμοῦ δὲ πάντα ζῷα εἶναι, οὗ δὴ τὸ ἓν ἑνί, ὡς ἦν αὐτῷ δυνατόν, μεμίμηται καὶ τόδε τὸ ζῷον τὸ πᾶν: ἔφυγε γὰρ ἡ τοῦ αἰσθητοῦ φύσις τὸ ἐκεῖ ἕν, εἴπερ καὶ ἔμελλεν αἰσθητὸν εἶναι. ἀριθμὸν δὴ δεῖ αὐτὸ εἶναι σύμπαντα: εἰ γὰρ μὴ τέλειος εἴη, ἐλλείποι ἂν ἀριθμῷ τινι: καὶ εἰ μὴ πᾶς ἀριθμὸς ζῴων ἐν αὐτῷ εἴη, παντελὲς ζῷον οὐκ ἂν εἴη. ἔστιν οὖν ὁ ἀριθμὸς πρὸ ζῴου παντὸς καὶ τοῦ παντελοῦς ζῴου. ʽ??ʼ μὲν δὴ ἄνθρωπος ἐν τῷ νοητῷ καὶ τὰ ἄλλα ζῷα, καθ̓ ὃ ἔστι: καὶ ᾗ ζῷον παντελές ἐστιν ἐκεῖνο: καὶ γὰρ καὶ ὁ ἐνταῦθα ἄνθρωπος, ᾗ ζῷον τὸ πᾶν, μέρος αὐτοῦ: καὶ ἕκαστον, ᾗ ζῷον, ἐκεῖ ἐν ζῴῳ ἐστίν. ἐν δὲ τῷ νῷ, καθ̓ ὅσον νοῦς, ὡς μὲν μέρη οἱ νοῖ πάντες καθέκαστον: ἀριθμὸς δὲ καὶ τούτων. οὐ τοίνυν οὐδ̓ ἐν νῷ ἀριθμὸς πρώτως: ὡς δὲ ἐν νῷ, ὅσα νοῦ ἐνέργειαι, καὶ ὡς νοῦ δικαιοσύνη καὶ σωφροσύνη καὶ αἱ ἄλλαι ἀρεταὶ καὶ ἐπιστήμη καὶ ὅσα νοῦς ἔχων νοῦς ἐστιν ὄντως. πῶς οὖν οὐκ ἐν ἄλλῳ ἡ ἐπιστήμη; ἢ ὅτι ἐστὶ ταὐτὸν καὶ ὁμοῦ ὁ ἐπιστήμων, τὸ ἐπιστητόν, ἡ ἐπιστήμη, καὶ τὰ ἄλλα ὡσαύτως. διὸ καὶ πρώτως ἕκαστον καὶ οὐ συμβεβηκὸς ἡ δικαιοσύνη, ψυχῇ δέ, καθ̓ ὅσον ψυχή, συμβεβηκός: δυνάμει γὰρ μᾶλλον ταῦτα, ἐνεργείᾳ δέ, ὅταν πρὸς νοῦν καὶ συνῇ. μετὰ δὲ τοῦτο ἤδη τὸ ὂν καὶ ἐν τούτῳ ὁ ἀριθμός, μεθ̓ οὗ τὰ ὄντα γεννᾷ κινούμενον κατ̓ ἀριθμόν, προστησάμενον τοὺς ἀριθμοὺς τῆς ὑποστάσεως αὐτῶν, ὥσπερ καὶ αὐτοῦ τὸ ἓν συνάπτον αὐτὸ τὸ ὂν πρὸς τὸ πρῶτον, οἱ δ̓ ἀριθμοὶ οὐκέτι τὰ ἄλλα πρὸς τὸ πρῶτον: ἀρκεῖ γὰρ τὸ ὂν συνημμένον: τὸ δὲ ὂν γενόμενον ἀριθμὸς συνάπτει τὰ ὄντα πρὸς αὑτό: σχίζεται γὰρ οὐ καθ̓ ὃ ἕν, ἀλλὰ μένει τὸ ἓν αὐτοῦ: σχιζόμενον δὲ κατὰ τὴν αὑτοῦ φύσιν εἰς ὅσα ἠθέλησεν, εἶδεν εἰς ὅσα καὶ τὸν ἀριθμὸν ἐγέννησεν ἐν αὐτῷ ἄρα ὄντα: ταῖς γὰρ δυνάμεσι τοῦ ἀριθμοῦ ἐσχίσθη καὶ τοσαῦτα ἐγέννησεν, ὅσα ἦν ὁ ἀριθμός. ἀρχὴ οὖν καὶ πηγὴ ὑποστάσεως τοῖς οὖσιν ὁ ἀριθμὸς ὁ πρῶτος καὶ ἀληθής. διὸ καὶ ἐνταῦθα μετ̓ ἀριθμῶν ἡ γένεσις ἑκάστοις, κἂν ἄλλον ἀριθμὸν λάβῃ τι, ἢ ἄλλο γεννᾷ ἢ γίνεται οὐδέν. καὶ οὗτοι μὲν πρῶτοι ἀριθμοί, ὡς ἀριθμητοί: οἱ δ̓ ἐν τοῖς ἄλλοις ἤδη ἀμφότερα ἔχουσιν: ᾗ μὲν παρὰ τούτων, ἀριθμητοί, ᾗ δὲ κατὰ τούτους, τὰ ἄλλα μετροῦσιν ἀριθμοῦντες καὶ τοὺς ἀριθμοὺς καὶ τὰ ἀριθμητά. τίνι γὰρ δέκα ἂν λέγοιεν ἢ τοῖς παῤ αὐτοῖς ἀριθμοῖς;